호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καὶ Βροῦτον Ἀντώνιος ἀνευρὼν περιέβαλέ τε τῇ ἀρίστῃ φοινικίδι εὐθὺς καὶ καύσας τὰ λείψανα τῇ μητρὶ Σερουιλίᾳ ἔπεμψεν.? Καὶ τῷδε μὲν ἡ σκηνὴ τάφος ἐγένετο, Ῥάσκος δὲ ὁ Θρᾷξ ἐπανήγαγεν ἐκ τῶν ὀρῶν πολλούς, καὶ γέρας ᾔτησέ τε καὶ ἔλαβε σῴζεσθαι τὸν ἀδελφὸν ἑαυτοῦ Ῥασκούπολιν: ὁ δὲ σὺν τῷ Βρούτῳ στρατός, ὅτε ἐπύθοντο τεθνάναι Βροῦτον, πρέσβεις ἐς Καίσαρα καὶ Ἀντώνιον ἔπεμπον καὶ συγγνώμης ἔτυχον καὶ ἐς τὰ στρατεύματα αὐτῶν διῃρέθησαν: καὶ ἦσαν ἀμφὶ τοὺς μυρίους καὶ τετρακισχιλίους. παρέδοσαν δὲ ἐπὶ τοῖς αὐτοῖς ἑαυτοὺς καὶ οἱ κατὰ τὰ φρούρια, πολλὰ ὄντα. τὰ δὲ φρούρια αὐτὰ καὶ τὸ στρατόπεδον ἐδόθη τοῖς Καίσαρος καὶ Ἀντωνίου στρατοῖς διαρπάσαι. τῶν δ ἀμφὶ τὸν Βροῦτον ἀνδρῶν ἐπιφανῶν οἱ μὲν ἐν ταῖς μάχαις ἀπέθανον, οἱ δὲ αὑτοὺς ἐξήγαγον ὁμοίως τοῖς στρατηγοῖς, οἱ δὲ καὶ ἐξεπίτηδες ἐμαχέσαντο μέχρι θανάτου: ὧν ἦν Λεύκιός τε Κάσσιος, ὁ ἀδελφιδοῦς αὐτοῦ Κασσίου, καὶ Κάτων ὁ Κάτωνος, ἐμπίπτων ὅδε τοῖς πολεμίοις πολλάκις, εἶθ ὑποχωρούντων ἀναλύσας τὸ κράνος, ἵνα ἢ γνώριμος ἢ εὔβλητος ἢ ἀμφότερα εἰή. Λαβεὼν δέ, ἐπὶ σοφίᾳ γνώριμος, ὁ πατὴρ Λαβεῶνος τοῦ κατ ἐμπειρίαν νόμων ἔτι νῦν περιωνύμου, βόθρον ἐν τῇ σκηνῇ τὸ μέγεθος αὐτάρκη σώματι ὀρυξάμενος καὶ τὰ λοιπὰ τοῖς θεράπουσιν ἐντειλάμενος ἐπέσκηψε τῇ γυναικὶ καὶ τοῖς παισί, περὶ ὧν ἐβούλετο, καὶ τὰ γράμματα φέρειν ἔδωκε τοῖς οἰκέταις: τοῦ δὲ πιστοτάτου τῆς δεξιᾶς λαβόμενος καὶ περιστρέψας αὐτόν, ὡς ἔθος ἐστὶ Ῥωμαίοις ἐλευθεροῦν, ἐπιστρεφομένῳ ξίφος ἔδωκε καὶ τὴν σφαγὴν ὑπέσχε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기