- 텍스트

Appian, The Civil Wars, book 4, chapter 16 4:

(아피아노스, The Civil Wars, book 4, chapter 16 4:)

"Τοὺς μὲν οὖν καιροὺς καὶ τὰ ἐς τοῦτον ἔργα ἐπιμηχανησόμεθα ἡμεῖς, οὐ μεμπτοὶ καὶ τῆς ἐχθὲς ὁρμῆς τε καὶ μηχανῆς ὑμῖν γενόμενοι:? τὴν δ ἀρετὴν ὑμεῖς, ὅταν αἰτῆσθε, ἀποδίδοτε τοῖς στρατηγοῖς. μηδὲ ἄχθεσθε τῆς ἐχθὲς ἁρπαγῆς μηδ ἐπ ὀλίγον: οὐ γὰρ ἐν οἷς ἔχομέν ἐστι τὸ πλουτεῖν, ἀλλ ἐν τῷ κρατεῖν ταῖς δυνάμεσιν, ὃ καὶ τὰ ἐχθὲς ἀφαιρεθέντα, ἔτι ὄντα παρὰ τοῖς πολεμίοις σῶα, καὶ τὰ πολέμια αὐτὰ ἐπ ἐκείνοις κρατοῦσιν ἡμῖν ἀποδώσει. καὶ εἰ ἐπειγόμεθα αὐτὰ λαβεῖν, ἐπειγώμεθα ἐπὶ τὴν μάχην. ἱκανὰ δὲ καὶ ἐχθὲς ἀντειλήφαμεν αὐτῶν καὶ τῶν ἡμετέρων ἴσως ἱκανώτερα: οἱ μὲν γὰρ ἐκ τῆς Ἀσίας πάνθ, ὅσα ἐβιάσαντο καὶ ἡρ´πασαν, ἐπήγοντο, ὑμεῖς δ ὡς ἐκ πατρίδος ἰόντες τὰ μὲν δαψιλέστερα οἴκοι ὑπελίπεσθε, τὰ δ ἀναγκαῖα μόνα ἐπήγεσθε. εἰ δέ τι καὶ δαψιλὲς ἦν, ἡμέτερον ἦν τῶν στρατηγῶν, οἳ πάντα ἐσμὲν ὑπὲρ τῆς ὑμετέρας νίκης ἐπιδιδόναι πρόθυμοι. καὶ τῆς τοιαύτης δ ὅμως ζημίας ὑμῖν ἕνεκα ἐπιδώσομεν νικητήρια, δραχμὰς ἑκάστῳ στρατιώτῃ πεντακισχιλίας, λοχαγῷ δὲ πεντάκις τοσαύτας, χιλιάρχῃ δὲ τὸ διπλάσιον τοῦ λοχαγοῦ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION