- 텍스트

Appian, The Civil Wars, book 4, chapter 15 2:

(아피아노스, The Civil Wars, book 4, chapter 15 2:)

Βροῦτος δὲ Κασσίου τὸν νέκυν περικλαίων, ἀνεκάλει τελευταῖον ἄνδρα Ῥωμαίων, ὡς οὔ τινος ἔτι τοιοῦδε ἐς ἀρετὴν ἐσομένου, ταχυεργίας τε αὐτῷ καὶ προπετείας ἐνεκάλει καὶ ἐμακάριζεν ὁμοῦ φροντίδων καὶ ἀνίας ἀπηλλαγμένον, αἳ Βροῦτον ἐς ποῖον ἄρα τέλος ὁδηγοῦσι·? παραδοὺς δὲ τὸ σῶμα τοῖς φίλοις, ἔνθα λαθραίως θάψειαν, ἵνα μὴ καταδακρύσειε τὸν στρατὸν ὁρῶντα, αὐτὸς ἄσιτός τε καὶ ἀτημέλητος ἀνὰ τὴν νύκτα πᾶσαν τὸ Κασσίου στρατόπεδον καθίστατο. ἅμα δ ἡμέρᾳ τῶν πολεμίων τὸν στρατὸν παρατασσόντων ἐς μάχην, ἵνα μὴ δοκοῖεν ἠλασσῶσθαι, συνεὶς τοῦ ἐνθυμήματος, "ὁπλισώμεθα," ἔφη, "καὶ ἡμεῖς καὶ ἀνθυποκριθῶμεν ἐλάσσονα παθεῖν. " ὡς δὲ παρέταξεν, οἱ μὲν ἀνεχώρουν, ὁ δὲ Βροῦτος ἐπιτωθάσας ἔφη τοῖς φίλοις: "οἱ μὲν δὴ προκαλούμενοι ἡμᾶς ὡς κεκμηκότας οὐδὲ ἀπεπείρασαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION