- 텍스트

Appian, The Civil Wars, book 4, chapter 12 2:

(아피아노스, The Civil Wars, book 4, chapter 12 2:)

"Ὁ μὲν ἀγὼν πρῶτον ἡμᾶς, ὦ συστρατιῶται, κοινὸς ὢν ἐς πίστιν ἀλλήλοις συνάγει:? συνάπτει δὲ καὶ ὅσα ὑμῖν ὑποσχόμενοι πάντα ἔδομεν, ὃ μεγίστη πίστις ἐστὶ καὶ περὶ ὧν ἐς τὸ μέλλον ὑπισχνούμεθα. αἱ δὲ ἐλπίδες εἰσὶν ἐν τῇ ἀρετῇ, ὑμῶν τε τῶν στρατευομένων καὶ ἡμῶν, οὓς ἐπὶ τοῦ βήματος τοῦδε ὁρᾶτε τοσούσδε καὶ τοιούσδε ἄνδρας ἀπὸ τῆς βουλῆς. ἔστι δὲ καὶ πλῆθος παρασκευῆς, ὅσον ἴστε, σίτου τε καὶ ὅπλων καὶ χρημάτων καὶ νεῶν καὶ συμμάχων κατά τε ἔθνη καὶ βασιλέας. ὥστε τί χρὴ τῷ λόγῳ παρακαλεῖν ἐς προθυμίαν τε καὶ ὁμόνοιαν, οὓς ἥ τε παρασκευὴ καὶ τὰ ἔργα κοινὰ ὄντα συνάγει· περὶ δὲ ὧν διαβάλλουσιν ἡμᾶς δύο ἄνδρες ἐχθροί, ἴστε μὲν αὐτὰ ἀκριβέστατα, καὶ δι αὐτὸ συστρατεύεσθε ἡμῖν ἑτοίμως, δοκεῖ δὲ καὶ νῦν ἐπεξελθεῖν ἔτι τὴν αἰτίαν, ἣ μάλιστα ἐπιδείκνυσι τοῦ πολέμου καλλίστην τε οὖσαν ἡμῖν καὶ δικαιοτάτην τὴν πρόφασιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION