- 텍스트

Appian, The Civil Wars, book 4, chapter 9 10:

(아피아노스, The Civil Wars, book 4, chapter 9 10:)

Αἱ μὲν δὴ Ῥοδίων συμφοραὶ τοιαίδε ἦσαν, καὶ Λεύκιος Οὐᾶρος αὐτοῖς μετὰ φρουρᾶς ὑπελέλειπτο:? ὁ δὲ Κάσσιος ἡδόμενος τῇ ταχυεργίᾳ τῆς ἁλώσεως καὶ τῷ πλήθει τῶν χρημάτων ἐπέταττεν ὅμως καὶ τοῖς ἄλλοις ἔθνεσι τῆς Ἀσίας ἅπασι φόρους ἐτῶν δέκα συμφέρειν. καὶ οἱ μὲν ἐπράσσοντο συντόνως, ἐξαγγέλλεται δὲ αὐτῷ Κλεοπάτρα μέλλουσα διαπλεῖν μεγάλῳ στόλῳ καὶ παρασκευῇ βαρυτάτῃ πρὸς Καίσαρά τε καὶ Ἀντώνιον: τὰ γὰρ ἐκείνων αἱρουμένη καὶ τέως διὰ τὸν πρότερον Καίσαρα, τότε μᾶλλον ᾑρεῖτο διὰ τὸν ἐκ Κασσίου φόβον. ὁ δὲ Μοῦρκον μετά τε ὁπλιτῶν ἀρίστου τέλους καὶ τοξοτῶν τινων ἐπὶ νεῶν ἑξήκοντα καταφράκτων ἐς Πελοπόννησον ἔπεμπε ναυλοχεῖν περὶ Ταίναρον, . . . περισυράμενος ἐκ τῆς Πελοποννήσου λείαν, ὅσην ἔφθασε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION