호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἕτερον ἐν τάφῳ κρύπτων ἀπελεύθερος, οὐ φέροντα φαντασίαν τάφου, μετήγαγεν ἐς φαῦλον οἴκημα μισθωτόν.? στρατιώτου δ αὐτῷ παρακατοικισθέντος, οὐδὲ τοῦτον φέρων τὸν φόβον ἐς θαυμαστὴν τόλμαν ἐκ δειλίας μετέβαλε καὶ κειράμενος ἡγεῖτο ἐν αὐτῇ Ῥώμῃ διδασκαλείου μέχρι τῶν σπονδῶν. Οὐολούσιος δὲ ἀγορανομῶν προεγράφη καὶ φίλον ὀργιαστὴν τῆς Ἴσιδος ἔχων ᾔτησε τὴν στολὴν καὶ τὰς ὀθόνας ἐνέδυ τὰς ποδήρεις καὶ τὴν τοῦ κυνὸς κεφαλὴν ἐπέθετο καὶ διῆλθεν οὕτως ὀργιάζων αὐτῷ σχήματι ἐς Πομπήιον. Σίττιον δὲ Καληνοί, πολίτην σφῶν ὄντα καὶ πολλὰ ἐς αὐτοὺς ἐκ περιουσίας δαψιλοῦς ἀναλώσαντα, ἐφύλασσον, σιδηροφοροῦντές τε ὑπὲρ αὐτοῦ καὶ τοῖς οἰκέταις ἀπειλοῦντες καὶ τοὺς στρατιώτας ἀπερύκοντες ἀπὸ τῶν τειχῶν, μέχρι μαραινομένου τοῦ κακοῦ καὶ ἐς τοὺς τρεῖς ἐπρέσβευσαν ὑπὲρ αὐτοῦ καὶ ἔτυχον Σίττιον τῆς ἄλλης Ἰταλίας εἰργόμενον ἐν τῇ πατρίδι μένειν. Σίττιος μὲν δὴ πρῶτος ἢ μόνος ἀνδρῶν ὅδε τῆς ξένης ἐφυγαδεύετο ἐν τῇ πατρίδι, Οὐάρρων δὲ ἦν φιλόσοφός τε καὶ ἱστορίας συγγραφεύς, ἐστρατευμένος τε καλῶς καὶ ἐστρατηγηκώς, καὶ ἴσως διὰ ταῦτα ὡς ἐχθρὸς μοναρχίας προυγράφη. φιλοτιμουμένων δὲ αὐτὸν ὑποδέξασθαι τῶν γνωρίμων καὶ διεριζόντων ἐς ἀλλήλους, Καληνὸς ἐξενίκησε καὶ εἶχεν ἐν ἐπαύλει, ἔνθα Ἀντώνιος, ὅτε διοδεύοι, κατήγετο: καὶ τὸν Οὐάρρωνα οὐδεὶς ἔνδον ὄντα ἐνέφηνε θεράπων, οὔτε αὐτοῦ Οὐάρρωνος οὔτε Καληνοῦ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기