호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Νάσων δὲ ὑπὸ ἐξελευθέρου, παιδικῶν οἱ γενομένου, προδοθεὶς ἡρ´πασε παρά του τῶν στρατιωτῶν ξίφος καὶ τὸν προδότην μόνον ἀποκτείνας ἑαυτὸν τοῖς σφαγεῦσιν ὑπέσχε.? φιλοδέσποτος δὲ οἰκέτης τὸν κεκτημένον ἐπὶ λόφου ἐκάθισε καὶ αὐτὸς ἐπὶ θάλασσαν ᾔει μισθωσόμενος αὐτῷ σκάφος. ἐπανιὼν δὲ κτεινόμενόν τε εἶδε τὸν δεσπότην καὶ ἀποψύχοντος ἤδη μέγα βοῶν "ἐπίμεινον ἐς βραχύ, ὦ δέσποτα," εἶπε καὶ κτείνει τὸν λοχαγὸν ἐμπεσὼν ἄφνω. μετὰ δὲ ἐκεῖνον ἑαυτὸν ἐπαναιρῶν εἶπε τῷ δεσπότῃ: "παραμύθιον ἔχεις. " Λεύκιος δὲ δύο πιστοτάτοις ἀπελευθέροις χρυσίον δοὺς ἐπὶ θάλασσαν ᾔει, διαδράντων δὲ ἐκείνων ὑπέστρεψε καταγινώσκων τοῦ βίου καὶ ἑαυτὸν ἐμήνυσε τοῖς σφαγεῦσι. Λαβιηνὸς δὲ ἐν ταῖς Σύλλα προγραφαῖς πολλοὺς τῶν τότε συλλαβών τε καὶ κτείνας ἠδόξησεν ἄρα, εἰ μὴ τὰ ὅμοια γενναίως ἐνέγκοι, καὶ προελθὼν τῆς οἰκίας ἐκαθέζετο ἐπὶ θρόνου τοὺς σφαγέας περιμένων. Κέστιος δὲ ἐν χωρίοις παρὰ εὐνόοις θεράπουσιν ἐκρύπτετο, λοχαγῶν δ αἰεὶ σὺν ὅπλοις ἢ κεφαλαῖς διαθεόντων οὐκ ἔφερε τὸ μῆκος τοῦ φόβου, ἀλλ ἔπεισε τοὺς θεράποντας ἅψαι πυράν, ἵνα ἔχοιεν λέγειν, ὅτι Κέστιον ἀποθανόντα θάπτοιεν. καὶ οἱ μὲν ἐνεδρευθέντες ἧψαν, ὁ δὲ ἐσήλατο ἐς αὐτήν. Ἀπώνιος δὲ ἀσφαλῶς ἑαυτὸν ἐπικρύψας οὐκ ἤνεγκε τὴν πονηρίαν τῆς διαίτης, ἀλλὰ προήγαγεν ἑαυτὸν ἐπὶ τὴν σφαγήν. ἄλλος ἐν φανερῷ καθῆστο ἑκὼν καὶ βραδυνόντων τῶν σφαγέων ἀπήγξατο ἐν μέσῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기