호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἠρξατο μὲν δὴ τὸ κακὸν ἐκ συντυχίασ ἀπὸ τῶν ἐν ἀρχαῖσ ἔτι ὄντων, καὶ πρῶτοσ ἀνῃρέθη δημαρχῶν Σάλουιοσ. ἱερὰ δέ ἐστιν ἡ ἀρχὴ καὶ ἄσυλοσ ἐκ τῶν νόμων καὶ τὰ μέγιστα ἴσχυεν, ὡσ καὶ τῶν ὑπάτων τινὰσ ἐσ τὰσ φυλακὰσ ἐμβαλεῖν. καὶ ἦν ὅδε ὁ δήμαρχοσ ὁ τὸν Ἀντώνιον ἐν μὲν ἀρχῇ κεκωλυκὼσ εἶναι πολέμιον, ὕστερον δὲ συμπεπραχὼσ ἐσ πάντα Κικέρωνι. πυθόμενοσ δὲ τῶν τριῶν ἀνδρῶν τῆσ τε συμφρονήσεωσ καὶ τῆσ ἐσ τὴν πόλιν ἐπείξεωσ τοὺσ οἰκείουσ εἱστία ὡσ οὐ πολλάκισ αὐτοῖσ ἔτι συνεσόμενοσ· ἐσδραμόντων δὲ ἐσ τὸ συμπόσιον τῶν ὁπλιτῶν οἱ μὲν ἐξανίσταντο σὺν θορύβῳ καὶ δέει, ὁ δὲ τῶν ὁπλιτῶν λοχαγὸσ ἐκέλευεν ἠρεμεῖν κατακλιθέντασ, τὸν δὲ Σάλουιον, ὡσ εἶχε, τῆσ κόμησ ἐπισπάσασ ὑπὲρ τὴν τράπεζαν, ἐσ ὅσον ἔχρῃζε, τὴν κεφαλὴν ἀπέτεμε καὶ τοῖσ ἔνδον αὖθισ ἐκέλευεν ἀτρεμεῖν, ὡσ ἔχουσι, μὴ θορύβου γενομένου πάθοιεν ὅμοια. οἱ μὲν δὴ καὶ οἰχομένου τοῦ λοχαγοῦ τεθηπότεσ ἄναυδοι μέχρι βαθυτάτησ νυκτόσ, τῷ λοιπῷ τοῦ δημάρχου σώματι συγκατέκειντο. δεύτεροσ δ’ ἀνὴρ ἔθνῃσκε στρατηγὸσ Μινούκιοσ, ἀρχαιρεσιάζων μὲν ἐν ἀγορᾷ· πυθόμενοσ δὲ ἐπιέναι τοὺσ ὁπλίτασ ἀνεπήδησε καὶ περιθέων ἔτι καὶ ἐννοούμενοσ, ὅποι διαλάθοι, τὴν ἐσθῆτα ἐνήλλασσεν ἔσ τι τῶν ἐργαστηρίων ἐσδραμών, τοὺσ ὑπηρέτασ καὶ τὰ σημεῖα ἀποπέμψασ. οἱ δὲ αἰδοῖ καὶ ἐλέῳ παραμένοντεσ εὐμαρέστερον ἄκοντεσ ἐποίησαν τοῖσ σφαγεῦσι τὸν στρατηγὸν εὑρεῖν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기