- 텍스트

Appian, The Civil Wars, book 4, chapter 3 5:

(아피아노스, The Civil Wars, book 4, chapter 3 5:)

Καὶ τάδε ἐγίγνετο οὐκ ἐν ἰδιώτιδι πόλει οὐδὲ ἐν ἀσθενεῖ καὶ σμικρῷ βασιλείῳ, ἀλλὰ τὴν δυνατωτάτην καὶ τοσούτων ἐθνῶν καὶ γῆς καὶ θαλάσσης ἡγεμονίδα διέσειεν ὁ θεός, ἐκ πολλοῦ ἄρα ἐς τὴν νῦν καθιστάμενος εὐταξίαν.? ἐγένετο μὲν οὖν τοιάδε ἕτερα ἐν αὐτῇ κατά τε Σύλλαν καὶ ἔτι πρὸ ἐκείνου Γάιον Μάριον, ὧν ὁμοίως τὰ γνωριμώτατα τῶν κακῶν ἐν τοῖς περὶ ἐκείνων ἀνελεξάμην, καὶ προσῆν ἐκείνοις ἀταφία: ταῦτα δὲ ἀξιώσει τε τῶν τριῶν ἀνδρῶν καὶ τοῦ ἑνὸς αὐτῶν μάλιστα ἀρετῇ καὶ τύχῃ, τὴν ἀρχὴν συστησαμένου τε ἐς ἕδραν ἀσφαλῆ καὶ γένος καὶ ὄνομα τὸ νῦν ἄρχον ἀφ ἑαυτοῦ καταλιπόντος, ἐπιφανέστερα. ὧν τὰ λαμπρὰ καὶ τὰ χείρω γενόμενα ἐν μνήμῃ τε μᾶλλον ὄντα, ὅτι καὶ τελευταῖα γέγονεν, ἐπελεύσομαι νῦν, οὐ πάντα οὑ᾿ γὰρ ἀξιαφήγητον ἀναίρεσις ἁπλῆ καὶ φυγὴ ἢ τῶν τριῶν ἀνδρῶν τισι συγγνόντων ὕστερον ἐπάνοδος ἢ ἐπανελθόντων ἀφανὴς καταβίωσις᾿, ἀλλ ὅσα παραλογώτατα ὄντα μάλιστα ἂν ἐκπλήξειε καὶ πιστεύειν ποιήσειε τοῖς προλεγομένοις. πολλὰ δέ ἐστι, καὶ πολλοὶ Ῥωμαίων ἐν πολλαῖς βίβλοις αὐτὰ συνέγραψαν ἐφ ἑαυτῶν: ὀλίγα δὲ ἐγὼ καθ ἑκάστην ἰδέαν, ἐς πίστιν ἑκάστης καὶ ἐς εὐδαιμόνισμα τῶν νῦν παρόντων, ἐπὶ κεφαλαίου διὰ τὸ μῆκος ἀναγράψω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION