- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 68

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 68)

ἐπὶ τούτοις λεγομένοις παρηνέχθη ἡ ῥοδουντία καλουμένη λοπάς:? περὶ ἧς ἐξετραγῴδησεν ὁ σοφὸς ἐκεῖνος μάγειρος, πρὶν καὶ ἐπιδεῖξαι ὅ τι φέρει, διεχλεύαζέ τε τοὺς πάνυ μαγείρους γενομένους, ὧν καὶ μνημονεύων ἔφη: "τί τοιοῦτον ἐξεῦρεν ὁ παρὰ Ἀναξίππῳ τῷ κωμικῷ μάγειρος, ὃς ἐν τῷ Ἐγκαλυπτομένῳ τοιάδε ὠγκώσατο· "Σόφων Ἀκαρνὰν καὶ Ῥόδιος Δαμόξενος ἐγένονθ ἑαυτῶν συμμαθηταὶ τῆς τέχνης: "ἐδίδασκε δ αὐτοὺς Σικελιώτης Λάβδακος. "οὗτοι τὰ μὲν παλαιὰ καὶ θρυλούμενα ἀρτύματ ἐξήλειψαν ἐκ τῶν βιβλίων καὶ τὴν θυίαν ἠφάνισαν ἐκ τοῦ μέσου, οἱο῀ν λέγω κύμινον, ὄξος, σίλφιον, τυρόν, κορίαννον, οἷς ὁ Κρόνος ἀρτύμασιν ἐχρῆτο, ὁ πάντ ἀφεῖλον εἶναὶ θ ὑπέλαβον τὸν τοῖς τοιούτοις παντοπώλην χρώμενον. "αὐτοὶ δ ἔλαιον καὶ λοπάδα καινήν, πάτερ, πῦρ τ ὀξὺ καὶ μὴ πολλάκις φυσώμενον ἐπόθουν: ", ἀπὸ τούτου πᾶν τὸ δεῖπνον εὐτρεπὲς οὗτοί τε πρῶτοι δάκρυα καὶ πταρμὸν πολὺν ἀπὸ τῆς τραπέζης καὶ σίαλον ἀπήγαγον, τῶν τ ἐσθιόντων ἀνεκάθηραν τοὺς πόρους ὁ μὲν οὖν Ῥόδιος πιών τιν ἅλμην ἀπέθανεν παρὰ τὴν φύσιν γὰρ τὸ ποτὸν ἦν. β. μάλ εἰκότως. "α. ὁ Σόφων δὲ πᾶσαν τὴν Ιὠνίαν ἔχει, ἐμὸς γενόμενος, ὦ πάτερ, διδάσκαλος. "καὐτὸς φιλοσοφῶ καταλιπεῖν συγγράμματα σπεύδων ἐμαυτοῦ καινὰ τῆς τέχνης. "β. παπαῖ: "ἐμὲ κατακόψεις, οὐχ ὃ θύειν μέλλομεν, Α. τὸν ὄρθρον ἐν ταῖς χερσί μ ὄψει βιβλία ἔχοντα καὶ ζητοῦντα τὰ κατὰ τὴν τέχνην, οὐδὲν Διοδώρου διαφέρω τἀσπενδίου. "γεύσω δ, ἐὰν βούλῃ, σὲ τῶν εὑρημένων οὐ ταὐτὰ προσάγω πᾶσιν ἀεὶ βρώματα: "τεταγμέν εὐθὺς ἐστί μοι πρὸς τὸν βίον ἕτερ ἐστὶ τοῖς ἐρῶσι καὶ τοῖς φιλοσόφοις καὶ τοῖς τελώναις. "μειράκιον ἐρωμένην ἔχον πατρῴαν οὐσίαν κατεσθίει: "τούτῳ παρέθηκα σηπίας καὶ τευθίδας καὶ τῶν πετραίων ἰχθύων τῶν ποικίλων ἐμβαμματίοις γλαφυροῖσι κεχορηγημένα : "ὁ γὰρ τοιοῦτός ἐστιν οὐ δειπνητικός, πρὸς τῷ φιλεῖν δὲ τὴν διάνοιὰν ἐστ ἔχων. "τῷ φιλοσόφῳ παρέθηκα κωλῆν ἢ πόδας ἀδηφάγον τὸ ζῷον εἰς ὑπερβολὴν ἐστιν. "τελώνῃ γλαῦκον, ἔγχελυν, σπάρον. "ὅταν ἐγγύς ᾖ τῳ δ ἡ σορός, ἀρτύω φακῆν καὶ τὸ περίδειπνον τοῦ βίου λαμπρόν ποιῶ. τά τῶν γερόντων στόματα διαφοράν ἔχει, νωθρότερα πολλῷ δ ἐστὶν ἢ τὰ τῶν νέων. "σίναπυ παρατίθημι τούτοις καὶ ποιῶ χυλοὺς ἐχομένους δριμύτητος τὴν φύσιν, ἵνα διεγείρας πνευματῶ τὸν ἀέρα. "ἰδὼν τὸ πρόσωπον γνώσομ οὗ ζητεῖ φαγεῖν ἕκαστος ὑμῶν. καὶ ὁ παρὰ Διονυσίῳ δὲ ἐν Θεσμοφόρῳ μάγειρος, ἄνδρες δαιταλεῖς οὑ χεῖρον γὰρ καὶ τούτου μνησθῆναἰ, τί φησίν· "σφόδρα μοι κεχάρισαι, Σιμία. νὴ τοὺς θεούς, ταυτὶ προείπας τὸν μάγειρον εἰδέναι πολὺ δεῖ γὰρ αἰεὶ πρότερον οἷς μέλλει ποιεῖν τὸ δεῖπνον ἢ τὸ δεῖπνον ἐγχειρεῖν ποιεῖν. ἂν μὲν γάρ ἕν τις τοῦτ ἐπιβλέψῃ μόνον, τοὔψον ποιῆσαι κατὰ τρόπον πῶς δεῖ, τίνα τρόπον παραθεῖναι δ ἢ πότ ἢ πῶς σκευάσαι δεῖ, μὴ προίδηται τοῦτο μηδὲ φροντίσῃ, οὐκέτι μάγειρος, ὀψοποιός ἐστι δέ. οὐ ταὐτὸ δ ἐστὶ τοῦτο, πολὺ διήλλαχεν. "ὡς οὐ στρατηγὸς πᾶς καλεῖθ ὃς ἂν λάβῃ δύναμιν, ὁ μέντοι δυνάμενος κἀν πράγμασιν ἀναστραφῆναι καὶ διαβλέψαι τί που στρατηγός ἐστιν, ἡγεμὼν δὲ θάτερον, οὕτως ἐφ ἡμῖν σκευάσαι μὲν ἢ τεμεῖν ἡδύσμαθ ἑψῆσαί τε καὶ φυσᾶν τὸ πῦρ ὁ τυχὼν δύναιτ ἄν: "ὀψοποιὸς οὖν μόνον ἐστὶν ὁ τοιοῦτος, ὁ δὲ μάγειρος ἄλλο τι. "συνιδεῖν τόπον, ὡρ´αν, τὸν καλοῦντα, τὸν πάλιν δειπνοῦντα, πότε δεῖ καί τίν ἰχθὺν ἀγοράσαι, οὐ τοῦ τυχόντος, πάντα μὲν λήψει σχεδὸν αἰεὶ γάρ: "οὐκ αἰεὶ δὲ τὴν τούτων χάριν ἔχεις ὁμοίαν οὐδ ἴσην τὴν ἡδονήν. Ἀρχέστρατος γέγραφέ τε καὶ δοξάζεται παρά τισιν οὕτως ὡς λέγων τι χρήσιμον. "τὰ πολλὰ δ ἠγνόηκε κοὐδὲ ἓν λέγει. "μὴ πάντ ἄκουε μηδὲ πάντα μάνθανε. "τῶν βιβλίων ἔσθ ἕνεκα τὰ περὶ τὴν τέχνην κενὰ μᾶλλον ἢ τόθ ὅτ οὐδέπω γεγραμμέν ἦν. οὐδ ἔστιν εἰπεῖν περὶ μαγειρικῆς, ἐπεὶ εἶπ ἀρτίως ὁρ´ον γὰρ οὐκ ἔσχηκεν οὐδὲ κύριον αὐτὴ δ ἑαυτῆς ἐστι δεσπότης. "ἐὰν δ εὖ μὲν σὺ χρήσῃ τῇ τέχνῃ, τὸν τῆς τέχνης καιρὸν δ ἀπολέσῃς, παραπόλωλεν ἡ τέχνη. "σιμ. "ἄνθρωπε, μέγας εἶ. α. τουτονὶ δ, ὃν ἀρτίως ἔφης ἔχοντα πεῖραν ἥκειν πολυτελῶν πολλῶν τε δείπνων, ἐπιλαθέσθαι, Σιμία, πάντων ποιήσω, θρῖον ἂν δείξω μόνον παραθῶ τε δεῖπνον ὄζον αὔρας Ἀττικῆς. ἐξ ἀντλίας ἥκοντα καὶ γέμοντ ἔτι φορτηγικῶν μοι βρωμάτων κἀγωνίας τἠμῇ ποιήσω νυστάσαι παροψίδι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION