호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"κατὰ τὸν πάντα ἄριστον Οὐλπιανὸν προτείνω τι καὶ αὐτὸς ὑμῖν ζητήσεις γὰρ σιτούμεθα:? "τὸν τέτρακα τί νομίζετε· ῾ ἔθος δὲ γραμματικῶν παισὶν περ πάντων τῶν προβαλλομένων λέγειν, εἶδος φυτοῦ, εἶδος ὀρνέου, εἶδος λίθου, ὁ Λαρήνσιος ἔφη: "καὶ αὐτός, ἀνδρῶν λῷστε, ὅτι ὁ χαρίεις Ἀριστοφάνης ἐν τοῖς Ὄρνισι μνημονεύει ἐν τούτοις οἶδα: " πορφυρίωνι καὶ πελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ ταὧνι. "2` ζητῶ δ ἐγὼ παρ ὑμῶν μαθεῖν εἰ καὶ παρ ἄλλῳ, τινὶ αὐτοῦ τις γίνεται μνήμη. "Ἀλέξανδρος γὰρ ὁ Μύνδιος ἐν δευτέρῳ περὶ πτηνῶν ζῴων οὐ τοῦ ὄρνιθος τοῦ μεγάλου μνημονεύει, ἀλλά τινος τῶν σμικροτάτων, λέγει γάρ οὕτως: " τέτραξ τὸ μέγεθος ἴσος σπερμολόγῳ, τὸ χρῶμα κεραμεοῦς, ῥυπαραῖς στιγμαῖς καὶ μεγάλαις γραμμαῖς ποικίλος, καρποφάγος. "ὅταν ᾠοτοκῇ δέ, τετράζει τῇ φωνῇ: " καὶ Ἐπίχαρμος ἐν Ἥβας Γάμῳ: "λαμβάνοντι γὰρ ὄρτυγας στρουθούς τε κορυδαλλάς τε φιλοκονίονας τέτραγάς τε σπερματολόγους κἀγλαὰς συκαλλίδας. "καὶ ἐν ἄλλοις δέ φησιν ἦν δ ἐρῳδιοί τε πολλοὶ μακροκαμπυλαύχενες τέτραγές τε σπερματολόγοι. "ἐπεὶ δὲ ὑμεῖς οὐδὲν ἔχετε σιωπᾶτε γάρ, ἐγὼ καὶ τὸ ὄρνεον ὑμῖν ἐπιδείξω. "ἐπιτροπεύων γὰρ ἐν Μοισίᾳ τοῦ κυρίου αὐτοκράτορος καὶ προιστάμενος τῶν τῆς ἐπαρχίας ἐκείνης πραγμάτων τεθέαμαι ἐπὶ τῇ χώρᾳ ἐκείνῃ τοὔρνεον. "καὶ μαθὼν οὕτω καλούμενον παρὰ τοῖς Μοισοῖς καὶ Παίοσιν ὑπεμνήσθην ἐκ τῶν ὑπ Ἀριστοφάνους εἰρημένων τὸν ὄρνιθα, νομίζων δὲ καὶ παρὰ τῷ πολυμαθεστάτῳ Ἀριστοτέλει μνήμης ἠξιῶσθαι τὸ ζῷον ἐν τῇ πολυταλάντῳ πραγματείᾳ ὀκτακόσια γὰρ εἰληφέναι τάλαντα παρἈλεξάνδρου τὸν Σταγιρίτην λόγος ἔχει εἰς τὴν περὶ τῶν ζῴων ἱστορίαν ὡς οὐδὲν εὑρ῀ον περὶ αὐτοῦ λεγόμενον, ἔχαιρον ἔχων ἐχεγγυώτατον μάρτυρα τὸν χαρίεντα Ἀριστοφάνη. ἅμα δὲ ταῦτα λέγοντος αὐτοῦ εἰσῆλθέ τις φέρων ἐν τῷ ταλάρῳ τὸν τέτρακα.
ἦν δὲ τὸ μὲν μέγεθος ὑπὲρ ἀλεκτρυόνα τὸν μέγιστον, τὸ δὲ εἶδος πορφυρίωνι παραπλήσιος: καὶ ἀπὸ τῶν ὤτων ἑκατέρωθεν εἶχε κρεμάμενα ὥσπερ οἱ ἀλεκτρυόνες τὰ κάλλαια: βαρεῖα δ ἦν ἡ φωνή.
θαυμασάντων οὖν ἡμῶν τὸ εὐανθὲς τοῦ ὄρνιθος μετ οὐ πολὺ καὶ ἐσκευασμένος παρηνέχθη, καὶ τὰ κρέα αὐτοῦ ἦν παραπλήσια τοῖς τῆς μεγάλης στρουθοῦ, ἣν καὶ αὐτὴν πολλάκις κατεδαισάμεθα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기