- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 54

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 54)

γαλαθηνῶν δὲ χοίρων ποτὲ περιενεχθέντων καὶ περὶ τούτων ἐζήτησαν οἱ δαιταλεῖς εἰ τὸ ὄνομα εἴρηται.? καί τις ἔφη: "Φερεκράτης Δουλοδιδασκάλῳ: " γαλαθήν ἔκλεπτον οὐ τέλεα ἐν δὲ Αὐτομόλοις: "οὐ γαλαθηνὸν ἄρ ὗν θύειν μέλλεις Ἀλκαῖος Παλαίστρᾳ: "ὁδὶ γὰρ αὐτός ἐστιν εἴ τι γρύξομαι ὧν σοι λέγω πλέον τι γαλαθηνοῦ μυός. Ἡρόδοτος δ ἐν τῇ πρώτῃ φησὶν ὅτι ἐν Βαβυλῶνι ἐπὶ τοῦ χρυσοῦ βωμοῦ οὐκ ἔξεστι θύειν ὅτι μὴ γαλαθηνὰ μοῦνα. "Ἀντιφάνης: "Φιλεταίρῳ: "κομψός γε μικρὸς κρωμακίσκος οὑτοσὶ γαλαθηνός. ἡνίοχος Πολυεύκτῳ: "ὁ βοῦς ὁ χαλκοῦς ἦν ἂν ἑφθὸς δεκάπαλαι, ὁ δ ἴσως γαλαθηνὸν τέθυκε τὸν χοῖρον λαβών, καὶ Ἀνακρέων δέ φησιν οἱά῀ τε νεβρὸν νεοθηλέα γαλαθηνόν, ὅς τ ἐν ὕλῃ κεροέσσης ἀπολειφθεὶς ἀπὸ μητρὸς ἐπτοήθη. "Κράτης Γείτοσι: "νῦν μὲν γὰρ ἡμῖν παιδικῶν ἅλις, ἅλις ὅπως περ ἀρνῶν ἐστι γαλαθηνῶν τε καὶ χοίρων. "Σιμωνίδης δ ἐπὶ τοῦ Περσέως τὴν Δανάην ποιεῖ λέγουσαν: "ὦ τέκος, οἱο῀ν ἔχω πόνον σὺ δ ἀωτεῖς, γαλαθηνῷ δ ἤτορι κνώσσεις. "καὶ ἐν ἄλλοις ἐπ Ἀρχεμόρου εἴρηκεν: "ἰοστεφάνου γλυκεῖαν ἐδάκρυσαν ψυχὰν ἀποπνέοντα γαλαθηνὸν τέκος. "Κλέαρχος δ ἐν τοῖς περὶ βίων εἰς τοῦτό φησιν ὠμότητος Φάλαριν τὸν τύραννον ἐλάσαι ὡς γαλαθηνὰ θοινᾶσθαι βρέφη, θῆσθαι δ ἐστὶ τὸ θηλάζειν τὸ γάλα. "Ὅμηρος: "Ἕκτωρ γὰρ θνητός τε γυναῖκά τε θήσατο μαζόν, διὰ τὸ ἐντίθεσθαι τὰς θηλὰς εἰς τὰ στόματα τὰ βρέφη, καὶ ὁ τιτθὸς ἐνθένδε διὰ τὸ ἐντίθεσθαι τὰς θηλάς: "νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνούς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION