호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀτταγᾶς .? Ἀριστοφάνης Πελαργοῖς: ἀτταγᾶς ἥδιστον ἕψειν ἐν ἐπινικίοις κρέας. Ἀλέξανδρος δ ὁ Μύνδιός φησιν ὅτι μικρῷ μὲν μείζων ἐστὶ πέρδικος, ὅλος δὲ κατάγραφος τὰ περὶ τὸν νῶτον, κεραμεοῦς τὴν χρόαν, ὑποπυρρίζων μᾶλλον, θηρεύεται δ ὑπὸ κυνηγῶν διὰ τὸ βάρος καὶ τὴν τῶν πτερῶν βραχύτητα. ἐστὶ δὲ κονιστικὸς πολύτεκνός τε καὶ σπερμολόγος.
"εἰς Αἴγυπτον οἱ ἀτταγαῖ καὶ ἀφεθέντες εἰς τὰς ὕλας ἑώς μέν τινος ὄρτυγος φωνὴν ἀφίεσαν, ἐπεὶ δὲ τοῦ ποταμοῦ κοίλου ῥυέντος λιμὸς ἐγένετο καὶ πολλοὶ τῶν κατὰ τὴν χώραν ἀπώλλυντο, οὐ διέλιπον σαφέστερον τῶν παίδων τῶν τρανοτάτων ἑώς νῦν λέγοντες τρὶς τοῖς κακούργοις κακά. συλληφθέντες δὲ οὐ μόνον οὐ τιθασεύονται, ἀλλ οὐδὲ φωνὴν ἔτι ἀφιᾶσιν. "ἐὰν δὲ ἀφεθῶσι, φωνήεντες πάλιν γίγνονται. μνημονεύει αὐτῶν Ἱππῶναξ οὕτως :
οὐδ ἀτταγᾶς τε καὶ λαγὼς διατρώγων. καὶ Ἀριστοφάνης ἐν Ὄρνισιν ἐν δ Ἀχαρνεῦσιν καὶ ὡς πλεοναζόντων αὐτῶν ἐν τῇ Μεγαρικῇ. περισπῶσι δ οἱ Ἀττικοὶ παρὰ τὸν ὀρθὸν λόγον τοὔνομα. τὰ γὰρ εἰς ας λήγοντα ἐκτεταμένον ὑπὲρ δύο συλλαβὰς ὅτε ἔχει τὸ ἄλφα παραλῆγον, βαρύτονά ἐστιν, οἱο῀ν ἀκάμας, Σακάδας, ἀδάμας. λεκτέον δὲ καὶ ἀτταγαῖ καὶ οὐχὶ ἀτταγῆνες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기