χόνδρος?
Second declension Noun; Masculine
자동번역
Transliteration: chondros
Principal Part:
χόνδρος
χόνδρου
Structure:
χονδρ
(Stem)
+
ος
(Ending)
Sense
- A small rounded mass: lump
- grain, groat, corn, spelt
- cartilage
Declension
Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- κεἴ που σίκυον ἴδοιεν ἢ λαγῴδιον ἢ χοιρίδιον ἢ σκόροδον ἢ χόνδρους ἅλας, ταῦτ ἦν Μεγαρικὰ κἀπέπρατ αὐθημερόν. (Aristophanes, Acharnians, Lyric-Scene, iambics 1:13)
- χθὲς γάρ, ὡς ἴστε, Μνησιθέου τοῦ ναυκλήρου θύσαντος τὰ σωτήρια ἐπὶ τῇ νηϊ` ὀλίγου δεῖν ἀπολομένῃ περὶ τὸν Καφηρέα, εἱστιώμεθα ἐν Πειραιεῖ, ὁπόσους ἡμῶν ὁ Μνησίθεος ἐπὶ τὴν θυσίαν ἐκάλεσεν εἶτα μετὰ τὰς σπονδὰς ὑμεῖς μὲν ἄλλος ἄλλην ἐτράπεσθε, ὡς ἑκάστῳ ἔδοξεν, ἐγὼ δὲ - οὐδέπω γὰρ πάνυ ὀψὲ ἦν - ἀνῆλθον ἐς τὸ ἄστυ ὡς περιπατήσαιμι τὸ δειλινὸν ἐν Κεραμεικῷ, ἐννοῶν ἅμα τοῦ Μνησιθέου τὴν μικρολογίαν, ὃς ἑκκαίδεκα θεοὺς ἑστιῶν ἀλεκτρυόνα μόνον κατέθυσε, γέροντα κἀκεῖνον ἤδη καὶ κορυξῶντα, καὶ λιβανωτοῦ χόνδρους τέτταρας εὖ μάλα εὐρωτιῶντας, ὡς αὐτίκα ἐπισβεσθῆναι τῷ ἄνθρακι, μηδὲ ὅσον ἄκρᾳ τῇ ῥινὶ ὀσφραίνεσθαι τοῦ καπνοῦ παρασχόντας, καὶ ταῦτα ἑκατόμβας ὅλας ὑποσχόμενος ὁπότε ἡ ναῦς ἤδη προσεφέρετο τῷ σκοπέλῳ καὶ ἐντὸς ἦν τῶν ἑρμάτων. (Lucian, Juppiter trageodeus, (no name) 15:6)
- οἱ δὲ ἄλλοι οἱ μὲν στεφάνους, οἱ δὲ λιβανωτοῦ χόνδρους πεμπόντων. (Lucian, Saturnalia, 3:5)
- καὶ μὴν θρέψω γ αὐτὸν παρέχων ὅσα πρεσβύτῃ ξύμφορα, χόνδρον λείχειν, χλαῖναν μαλακήν, σισύραν, πόρνην, ἥτις τὸ πέος τρίψει καὶ τὴν ὀσφῦν. (Aristophanes, Wasps, Choral, anapests1)
- δελφὶς δὲ ὀστᾶ μὲν ἔχει καὶ οὐκ ἄκανθαν, τὰ δὲ σελάχη καὶ χόνδρον καὶ ἄκανθαν. (Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 493)
- χόνδρος δ ἡδυπρόσωπος, ὃν Ἥφαιστος κάμεν ἕψων, Ἀττικῷ ἐν κεράμῳ πέττων τρισκαίδεκα μῆνας, αὐτὰρ ἐπεὶ δόρποιο μελίφρονος ἐξ ἔρον ἕντο, χεῖρας νιψαμένοισιν ἀπ Ὠκεανοῖο ῥοάων ὡραῖος παῖς ἦλθε φέρων μύρον ἴρινον ἡδύ, ἄλλος δ αὖ στεφάνους ἐπὶ δεξιὰ πᾶσιν ἔδωκεν, οἳ ῥόδον ἀμφεπλέκοντο διάνδιχα κοσμηθέντες. (Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 12 17:2)
- "σχελίδες δ ὁλόκνημοι πλησίον τακερώταται ἐπὶ πινακίσκοις καὶ δίεφθ ἀκροκώλια ἥδιστον ἀπατμίζοντα καὶ χόλικες βοὸς καὶ πλευρὰ δελφάκει ἐπεξανθισμένα χναυρότατα παρέκειτ ἐπ ἀμύλοις καθήμενα, παρῆν δὲ χόνδρος γἀλακι κατανενιμμένος ἐν καταχύτλοις λεκάναισι καὶ πύου τόμοι. (Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 81 1:147)
- χόνδρος μετὰ ταῦτ εἰσῆλθε, μύρον Αἰγύπτιον, φοινικίνου βῖκός τις ὑπανεῴγνυτο, ἴτρια, τραγήμαθ ἧκε, πυραμοῦς, ἄμης, ᾠῶν ἑκατόμβη: (Athenaeus, The Deipnosophists, Book 14, book 14, chapter 502)
- ἐρέβινθος κύαμος, χόνδρος, τυρός, μέλι, σησαμίδες, βάτραχος, βότρυες, ῥοῦς, πυραμίδες, μῆλον, κάρυον, γάλα, κανναβίδες, κόγχαι, χυλός, Διὸς ἐγκέφαλος. (Athenaeus, The Deipnosophists, Book 14, book 14, chapter 507)
- ἐπειδὰν δ ἐμβληθῇ εἰς τὸν φοῦρνον, ὑποπάσσεται τῷ κεράμῳ χόνδρος τις καὶ τότ ἐπιτίθεται ὁ ἄρτος καὶ ἕλκει χρῶμα κάλλιστον, ὅμοιον τῷ φουμώσῳ τυρῷ. (Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 79 1:9)
Synonyms
-
A small rounded mass
- βῶλος (a lump, a mass)
- σόλος (a mass or lump of iron)