- ἐπὰν δὲ δοκιμασθῶσιν οἱ ἔφηβοι, συλλεγέντες οἱ πατέρες αὐτῶν κατὰ φυλάς, ὀμόσαντες αἱροῦνται τρεῖς ἐκ τῶν φυλετῶν τῶν ὑπὲρ τετταράκοντα ἔτη γεγονότων, οὓς ἂν ἡγῶνται βελτίστους εἶναι καὶ ἐπιτηδειοτάτους ἐπιμελεῖσθαι τῶν ἐφήβων, ἐκ δὲ τούτων ὁ δῆμος ἕνα τῆς φυλῆς ἑκάστης χειροτονεῖ σωφρονιστήν, καὶ κοσμητὴν ἐκ τῶν ἄλλων Ἀθηναίων ἐπὶ πάντας. (Aristotle, Athenian Constitution, work Ath. Pol., chapter 42 2:2)
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 42 2:2)
- δίδωσι δὲ καὶ εἰς τροφὴν τοῖς μὲν σωφρονισταῖς δραχμὴν α ἑκάστῳ, τοῖς δ ἐφήβοις τέτταρας ὀβολοὺς ἑκάστῳ: (Aristotle, Athenian Constitution, work Ath. Pol., chapter 42 3:1)
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 42 3:1)
- τὰ δὲ τῶν φυλετῶν τῶν αὑτοῦ λαμβάνων ὁ σωφρονιστὴς ἕκαστος ἀγοράζει τὰ ἐπιτήδεια πᾶσιν εἰς τὸ κοινόν συσσιτοῦσι γὰρ κατὰ φυλάς, καὶ τῶν ἄλλων ἐπιμελεῖται πάντων. (Aristotle, Athenian Constitution, work Ath. Pol., chapter 42 3:2)
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 42 3:2)
- ἑξῆς δέ φησιν ὅτι ζητήσεις ἦσαν παρὰ πότον τράγημα γὰρ ὁ σωφρονιστὴς πᾶσιν ἐν μέσῳ λόγος. (Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 15 4:1)
(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 15 4:1)
- πολὺ δὲ μᾶλλον ἐν τούτοις νομίζοντες ἡ ταῖς ὑπαίθροις καὶ πολιτικαῖς πράξεσι τρόπον ἀνδρὸς ἐνορᾶσθαι, φύλακα καὶ σωφρονιστὴν καὶ κολαστὴν τοῦ μηδένα καθ ἡδονὰς ἐκτρέπεσθαι καὶ παρεκβαίνειν τὸν ἐπιχώριον καὶ συνήθη βίον ᾑροῦντο τῶν καλουμένων πατρικίων ἕνα καὶ τῶν δημοτικῶν ἕνα. (Plutarch, Marcus Cato, chapter 16 2:1)
(플루타르코스, Marcus Cato, chapter 16 2:1)
- ἐμοὶ μὲν οὖν, ὦ πάτερ, ἱκανώτατος σωφρονιστὴς Ὅμηρος καὶ ὁ τούτῳ πειρώμενος τὸν νοῦν προσέχειν εὐτυχέστατός τε καὶ ἄριστος βασιλεύς. (Dio, Chrysostom, Orationes, 66:1)
(디오, 크리소토모스, 연설, 66:1)
- ὡς ἐκ βραχείας δαιτὸς ἡ βαιὰ κύλιξ αὐτοῖς κυκλεῖται πρὸς μέτρον, τράγημα δὲ ὁ σωφρονιστὴς τοῖς φιληκόοις λόγος. (Diogenes Laertius, Lives of Eminent Philosophers, B, Kef. iz'. MENEDHMOS 15:3)
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, B, Kef. iz'. MENEDHMOS 15:3)