호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεσμὸσ μὲν οὖν ὑπαρχέτω πᾶσιν· δεσμωτηρίων δὲ ὄντων ἐν τῇ πόλει τριῶν, ἑνὸσ μὲν κοινοῦ τοῖσ πλείστοισ περὶ ἀγοράν, σωτηρίασ ἕνεκα τοῖσ πολλοῖσ τῶν σωμάτων, ἑνὸσ δὲ περὶ τὸν τῶν νύκτωρ συλλεγομένων σύλλογον, σωφρονιστήριον ἐπονομαζόμενον, ἑνὸσ δὲ αὖ κατὰ μέσην τὴν χώραν, ὅπῃπερ ἂν ἔρημόσ τε καὶ ὡσ ὅτι μάλιστα ἀγριώτατοσ ᾖ τόποσ, τιμωρίασ ἔχων ἐπωνυμίαν φήμην τινά· περὶ ἀσέβειαν δὲ ὄντων αἰτίαισ μὲν τρισίν, αἷσπερ καὶ διήλθομεν, δύο δὲ ἐξ ἑκάστησ τῆσ τοιαύτησ αἰτίασ γενομένων, ἓξ ἂν γίγνοιντο ἃ καὶ διακρίσεωσ ἄξια γένη τῶν περὶ τὰ θεῖα ἐξαμαρτανόντων, οὐκ ἴσησ οὐδ’ ὁμοίασ δίκησ δεόμενα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기