- ὥστε ἀφέντας τὴν κόνιν καὶ τὸ ἔλαιον δίδασκε αὐτοὺς τοξεύειν καὶ ἀκοντίζειν μὴ κοῦφα διδοὺς τὰ ἀκόντια καὶ οἱᾶ διαφέρεσθαι πρὸς τὸν ἄνεμον, ἀλλ ἔστω λόγχη βαρεῖα μετὰ συριγμοῦ ἑλιττομένη καὶ λίθος χειροπληθὴς καὶ σάγαρις καὶ γέρρον ἐν τῇ ἀριστερᾷ καὶ θώραξ καὶ κράνος. (Lucian, Anacharsis, (no name) 32:5)
(루키아노스, Anacharsis, (no name) 32:5)
- "Κλέαρχος δ ἐν πέμπτῳ Βίων σάγαριν φησι τὸν Μαριανδυνὸν ὑπὸ τρυφῆς σιτεῖσθαι μὲν μέχρι γήρως ἐκ τοῦ τῆς τιτθῆς στόματος, ἵνα μὴ μασώμενος πονέσειεν,6 οὐ πώποτε δὲ τὴν χεῖρα κατωτέρω τοῦ ὀμφαλοῦ προενέγκασθαι. (Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 20 1:161)
(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 20 1:161)
- λυσιφλεβῆ τε σάγαριν ἀμφιθηγέα, λεοντόδιφρε, σοί, Ῥέη, Κλυτοσθένης ἔθηκε, λυσσητῆρα γηράσας πόδα. (Unknown, Greek Anthology, book 6, chapter 94 1:1)
(작자 미상, Greek Anthology, book 6, chapter 94 1:1)
- πορευθεὶς δὲ τὰ μὲν πυρὰ οὐκ ἔφη ἰδεῖν, ἄνδρα δὲ συλλαβὼν ἧκεν ἄγων ἔχοντα τόξον Περσικὸν καὶ φαρέτραν καὶ σάγαριν οἱάνπερ καὶ <αἱ> Ἀμαζόνες ἔχουσιν. (Xenophon, Anabasis, , chapter 4 19:1)
(크세노폰, Anabasis, , chapter 4 19:1)
- εἶχον δὲ καὶ σαγάρεις σιδηρᾶς. (Xenophon, Anabasis, , chapter 4 15:2)
(크세노폰, Anabasis, , chapter 4 15:2)
- ταῦτα δ ἐστὶ θώραξ μὲν περὶ τὰ στέρνα, γέρρον δὲ εἰς τὴν ἀριστεράν, κοπὶς δὲ ἢ σάγαρις εἰς τὴν δεξιάν: (Xenophon, Cyropaedia, , chapter 1 11:3)
(크세노폰, Cyropaedia, , chapter 1 11:3)
- θώραξ μέν γε περὶ τὰ στέρνα ἁρμόττων ἑκάστῳ ἔσται, γέρρον δὲ ἐν τῇ ἀριστερᾷ, ὃ πάντες εἰθίσμεθα φορεῖν, μάχαιρα δὲ ἢ σάγαρις ἐν τῇ δεξιᾷ, ᾗ δὴ παίειν τοὺς ἐναντίους δεήσει οὐδὲν φυλαττομένους μή τι παίοντες ἐξαμάρτωμεν. (Xenophon, Cyropaedia, , chapter 1 20:4)
(크세노폰, Cyropaedia, , chapter 1 20:4)
- Μασσαγέται δὲ ἐσθῆτά τε ὁμοίην τῇ Σκυθικῇ φορέουσι καὶ δίαιταν ἔχουσι, ἱππόται δὲ εἰσὶ καὶ ἄνιπποι ἀμφοτέρων γὰρ μετέχουσι καὶ τοξόται τε καὶ αἰχμοφόροι, σαγάρις νομίζοντες ἔχειν. (Herodotus, The Histories, book 1, chapter 215 2:1)
(헤로도토스, The Histories, book 1, chapter 215 2:1)
- ὅσα μὲν γὰρ ἐς αἰχμὰς καὶ ἄρδις καὶ σαγάρις, χαλκῷ τὰ πάντα χρέωνται, ὅσα δὲ περὶ κεφαλὴν καὶ ζωστῆρας καὶ μασχαλιστῆρας, χρυσῷ κοσμέονται. (Herodotus, The Histories, book 1, chapter 215 2:3)
(헤로도토스, The Histories, book 1, chapter 215 2:3)