- 그-한 사전

헬라어(고대 그리스어, 희랍어)-한국어-영어 사전 Language

θεραπαινίς?

3군 변화 명사; 로마알파벳 전사: therapainis 고전 발음: [테라빠] 신약 발음: [태라빼니]

기본형: θεραπαινίς θεραπαινίδος

어원: = θεράπαινα, Plat.

예문

  • Φύλαρχος δ ἐν τῇ πέμπτῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν εἰπὼν ὅτι παρὰ Συρακοσίοις νόμος ἦν τὰς γυναῖκας μὴ κοσμεῖσθαι χρυσῷ μηδ ἀνθινὰ φορεῖν μηδ ἐσθῆτας ἔχειν πορφυρᾶς ἐχούσας παρυφάς ἐὰν μή τις αὐτῶν συγχωρῇ ἑταίρα εἶναι κοινή, καὶ ὅτι ἄλλος ἦν νόμος τὸν ἄνδρα μὴ καλλωπίζεσθαι μηδ ἐσθῆτι περιέργῳ χρῆσθαι καὶ διαλλαττούσῃ, ἐὰν μὴ ὁμολογῇ μοιχεύειν ἢ κίναιδος εἶναι, καὶ τὴν ἐλευθέραν μὴ ἐκπορεύεσθαι ἡλίου δεδυκότος, ἐὰν μὴ μοιχευθησομένην ἐκωλύετο δὲ καὶ ἡμέρας ἐξιέναι ἄνευ τῶν γυναικονόμων ἀκολουθούσης αὐτῇ μιᾶς θεραπαινίδος. (Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 201)

    (아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 201)

  • καὶ πλανώμενον αὐτόν ἰδοῦσα Αὐρηλίας θεραπαινὶς τῆς Καίσαρος μητρός, ᾔτησεν ὄνομα, φθέγξασθαι δ ἀναγκασθέντος ἐκείνου καὶ φήσαντος ἀκόλουθον Πομπηίας ζητεῖν Ἄβραν τοὔνομα, συνεῖσα τὴν φωνὴν οὐ γυναικείαν οὖσαν ἀνέκραγε καὶ συνεκάλει τὰς γυναῖκας. (Plutarch, Cicero, chapter 28 2:2)

    (플루타르코스, Cicero, chapter 28 2:2)

  • "ἥτις ὑπὸ Γαλατῶν Σελεύκου νικηθέντος καὶ μόλις ἐκ τῆς φυγῆς διασωθέντος αὐτὴ μεταμφιεσαμένη τὴν βασιλικὴν ἐσθῆτα καὶ ῥάκια λαβοῦσα θεραπαινίδος τῆς τυχούσης συλληφθεῖσα ἀπήχθη μετὰ τῶν ἄλλων αἰχμαλώτων καὶ πραθεῖσα ὁμοίως ταῖς ἑαυτῆς θεραπαινίσιν ἦλθεν εἰς Ῥόδον: (Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 64 4:2)

    (아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 64 4:2)

  • τῶν δὲ Σμυρναίων διὰ τὴν ἀνάγκην μελλόντων πάσχειν κακῶς, θεραπαινὶς ἦν μία τῶν εὐσχημόνων, ἣ προσδραμοῦσα ἔφη τῷ δεσπότῃ Φιλάρχῳ, δεῖ τὰς θεραπαίνας κοσμήσαντας ἀντ ἐλευθέρων πέμπειν. (Plutarch, Parallela minora, section 302)

    (플루타르코스, Parallela minora, section 302)

  • τῶν δὲ Σμυρναίων διὰ τὴν ἀνάγκην μελλόντων πάσχειν κακῶς, θεραπαινὶς ἦν μία τῶν εὐσχημόνων, ἣ προσδραμοῦσα ἔφη τῷ δεσπότῃ Φιλάρχῳ δεῖ τὰς θεραπαίνας κοσμήσαντας ἀντ ἐλευθέρων πέμπειν ὃ δὴ καὶ ἔδρασαν. (Plutarch, Parallela minora, section 30 2:1)

    (플루타르코스, Parallela minora, section 30 2:1)

  • ὥσπερ καὶ Θαλῆν ἀστρονομοῦντα, ὦ Θεόδωρε, καὶ ἄνω βλέποντα, πεσόντα εἰς φρέαρ, Θρᾷττά τις ἐμμελὴς καὶ χαρίεσσα θεραπαινὶς ἀποσκῶψαι λέγεται ὡς τὰ μὲν ἐν οὐρανῷ προθυμοῖτο εἰδέναι, τὰ δ ἔμπροσθεν αὐτοῦ καὶ παρὰ πόδας λανθάνοι αὐτόν. (Plato, Cratylus, Theaetetus, Sophist, Statesman, 195:2)

    (플라톤, Cratylus, Theaetetus, Sophist, Statesman, 195:2)

  • καὶ γενομένη ἐγκύμων ἡ θεραπαινὶς ἐξυβρίζειν εἰς τὴν Σάρραν ἐτόλμησε βασιλίζουσα, ὡς τῆς ἡγεμονίας περιστησομένης εἰς τὸν ὑπ αὐτῆς τεχθησόμενον. (Flavius Josephus, Antiquitates Judaicae, Book 1 238:1)

    (플라비우스 요세푸스, Antiquitates Judaicae, Book 1 238:1)

관련어

명사

형용사

동사

출처: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

이 단어를 Perseus Greek Word Study Tool에서 찾기

SEARCH

MENU NAVIGATION