- 텍스트

Dionysius of Halicarnassus, chapter 27 5:

(디오니시오스, chapter 27 5:)

καίτοι τί αὐτὸν οἰέσθε πεποιηκέναι περὶ ὧν αὐτῷ οὐδεὶς σύνοιδεν, ἀλλ αὐτὸς μόνος διεχείριζεν, ὃς, ἃ δι ἑτέρων ἐπράχθη καὶ οὐ χαλεπὸν ἦν περὶ τούτων πυθέσθαι, ἐτόλμησε ψευσάμενος τέτταρσι καὶ εἴκοσι μναῖς τοὺς αὑτοῦ θυγατριδοῦς ζημιῶσαι·? καί μοι ἀνάβητε τούτων μάρτυρες. - μάρτυρες. - τῶν μὲν μαρτύρων ἀκηκόατε, ὦ ἄνδρες δικασταί. ἐγὼ δ ὅσα τελευτῶν ὡμολόγησεν ἔχειν αὐτὸς χρήματα, ἑπτὰ τάλαντα καὶ τετταράκοντα μνᾶς, ἐκ τούτων αὐτῷ λογιοῦμαι πρόσοδον μὲν οὐδεμίαν ἀποφαίνων, ἀπὸ δὲ τῶν ὑπαρχόντων ἀναλίσκων, καὶ θήσω, ὅσον οὐδεὶς πώποτ ἐν τῇ πόλει, εἰς δύο παῖδας καὶ ἀδελφὴν καὶ παιδαγωγὸν καὶ θεράπαιναν χιλίας δραχμὰς ἑκάστου ἐνιαυτοῦ, μικρῷ ἔλαττον ἢ τρεῖς δραχμὰς τῆς ἡμέρας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION