- μάλιστα δὲ ἐπ ἐκείνοις ἐπῄει μοι γελᾶν τοῖς περὶ γῆς ὁρ´ων ἐρίζουσι καὶ τοῖς μέγα φρονοῦσιν ἐπὶ τῷ τὸ Σικυώνιον πεδίον γεωργεῖν ἢ Μαραθῶνος ἔχειν τὰ περὶ τὴν Οἰνόην ἢ Ἀχαρνῆσι πλέθρα κεκτῆσθαι χίλια: (Lucian, Icaromenippus, (no name) 18:1)
(루키아노스, Icaromenippus, (no name) 18:1)
- ὁ δὲ νεανίας σεμνῶς ἀτοίχους περιβολὰς σκηνωμάτων ὀρθοστάταις ἱδρύεθ, ἡλίου βολὰς καλῶς φυλάξας, οὔτε πρὸς μέσας φλογὸς ἀκτῖνας, οὔτ αὖ πρὸς τελευτώσας βίον, πλέθρου σταθμήσας μῆκος εἰς εὐγωνίαν, μέτρημ ἔχουσαν τοὐν μέσῳ γε μυρίων ποδῶν ἀριθμόν, ὡς λέγουσιν οἱ σοφοί, ὡς πάντα Δελφῶν λαὸν ἐς θοίνην καλῶν. (Euripides, Ion, episode 2:2)
(에우리피데스, Ion, episode 2:2)
- οὗτοι γυμνοὶ διαιτέονται οἱ σοφισταί, τοῦ μὲν χειμῶνος ὑπαίθριοι ἐν τῷ ἡλίῳ, τοῦ δὲ θέρεος, ἐπεὰν ὁ ἥλιος κατέχῃ, ἐν τοῖσι λειμῶσι καὶ τοῖσιν ἕλεσιν ὑπὸ δένδρεσι μεγάλοισιν, ὧν τὴν σκιὴν Νέαρχος λέγει ἐς πέντε πλέθρα ἐν κύκλῳ ἐξικνέεσθαι, καὶ ἂν καὶ μυρίους ἀνθρώπους ὑπὸ ἑνὶ δένδρεϊ σκιάζεσθαι: (Arrian, Indica, chapter 11 7:1)
(아리아노스, Indica, chapter 11 7:1)
- ὧν ἡ μὲν περίμετρος ἦν πέντε πλέθρων οὐκ ἐλάττων, ἡ δὲ διάθεσις τοῦ μὲν καταγείου περιστύλῳ παραπλήσιος, τοῦ δ ὑπερῴου κρύπτῃ φραγμοῖς καὶ θυρίσι περιεχομένῃ πάντοθεν. (Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 3721)
(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 3721)
- Οὐλύμπου κορυφῆς ἐπὶ Πυθίου Ἀπόλλωνος ἱερὸν ὕψος ἔχει, πρός κάθετον δὲ μέτρον, πλήρη μέν δεκάδα σταδίων μίαν, αὐτὰρ ἐπ αὐτῇ πλέθρον τετραπέδῳ λειπόμενον μεγέθει. (Plutarch, Aemilius Paulus, chapter 15 6:1)
(플루타르코스, Aemilius Paulus, chapter 15 6:1)
- ὁ τοῦ πλέθρου ἀριθμὸς καὶ τὸ πλέθρον ταὐτόν: (Plato, Cratylus, Theaetetus, Sophist, Statesman, 378:4)
(플라톤, Cratylus, Theaetetus, Sophist, Statesman, 378:4)
- τούτου δὲ ὅσον πλέθρον δασὺ πίτυσι διαλειπούσαις μεγάλαις, ἀνθ ὧν ἑστηκότες ἄνδρες τί ἂν πάσχοιεν ἢ ὑπὸ τῶν φερομένων λίθων ἢ ὑπὸ τῶν κυλινδομένων· (Xenophon, Anabasis, , chapter 7 7:2)
(크세노폰, Anabasis, , chapter 7 7:2)
- ἐκ τούτου οἱ μὲν ἥσυχοι προῆγον, ὁ δὲ τρεῖς ἀφελὼν τὰς τελευταίας τάξεις ἀνὰ διακοσίους ἄνδρας τὴν μὲν ἐπὶ τὸ δεξιὸν ἐπέτρεψεν ἐφέπεσθαι ἀπολιπόντας ὡς πλέθρον: (Xenophon, Anabasis, , chapter 5 13:1)
(크세노폰, Anabasis, , chapter 5 13:1)
- καθ ἕκαστον μὲν οὖν στάδιον ἀρχιτέκτονας ἐπέστησε, κατὰ δὲ πλέθρον ἐπέταξεν οἰκοδόμους, καὶ τοὺς τούτοις ὑπηρετήσοντας ἐκ τῶν ἰδιωτῶν εἰς ἕκαστον πλέθρον διακοσίους. (Diodorus Siculus, Library, book xiv, chapter 13 55:1)
(디오도로스 시켈로스, Library, book xiv, chapter 13 55:1)