- Φύλαρχος δ ἐν τῇ πέμπτῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν εἰπὼν ὅτι παρὰ Συρακοσίοις νόμος ἦν τὰς γυναῖκας μὴ κοσμεῖσθαι χρυσῷ μηδ ἀνθινὰ φορεῖν μηδ ἐσθῆτας ἔχειν πορφυρᾶς ἐχούσας παρυφάς ἐὰν μή τις αὐτῶν συγχωρῇ ἑταίρα εἶναι κοινή, καὶ ὅτι ἄλλος ἦν νόμος τὸν ἄνδρα μὴ καλλωπίζεσθαι μηδ ἐσθῆτι περιέργῳ χρῆσθαι καὶ διαλλαττούσῃ, ἐὰν μὴ ὁμολογῇ μοιχεύειν ἢ κίναιδος εἶναι, καὶ τὴν ἐλευθέραν μὴ ἐκπορεύεσθαι ἡλίου δεδυκότος, ἐὰν μὴ μοιχευθησομένην ἐκωλύετο δὲ καὶ ἡμέρας ἐξιέναι ἄνευ τῶν γυναικονόμων ἀκολουθούσης αὐτῇ μιᾶς θεραπαινίδος. (Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 201)
(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 201)
- "ὁ παράσιτος εἰς γάμον ἄκλητος εἰσελθὼν καὶ κατακλιθεὶς ἔσχατος καὶ τῶν γυναικονόμων ἀριθμούντων τοὺς κεκλημένους καὶ κελευόντων αὐτὸν ἀποτρέχειν ὡς παρὰ τὸν νόμον ἐπὶ τοῖς τριάκοντα ἐπόντος, ῾ ἀριθμεῖτε δή, ἔφη, πάλιν ἀπ ἐμοῦ ἀρξάμενοι. (Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 45 3:2)
(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 45 3:2)
- " ὅτι δ ἦν ἔθος τοὺς γυναικονόμους ἐφορᾶν τὰ συμπόσια καὶ ἐξετάζειν τῶν κεκλημένων τὸν ἀριθμὸν εἰ ὁ κατὰ νόμον ἐστί, Τιμοκλῆς ἐν Φιλοδικαστῇ φησὶν οὕτως: (Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 45 3:3)
(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 45 3:3)
- ἀνοίγετ ἤδη τὰς θύρας, ἵνα πρὸς τὸ φῶς ὦμεν καταφανεῖς μᾶλλον, ἐφοδεύων ἐὰν βούληθ ὁ γυναικονόμος ἀπολαβεῖν τὸν ἀριθμόν,, κατὰ τὸν νόμον τὸν καινὸν ὅπερ εἰώθε δρᾶν, τῶν ἑστιωμένων, ἔδει δὲ τοὔμπαλιν τὰς τῶν ἀδείπνων ἐξετάζειν οἰκίας. (Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 461)
(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 461)
- πρόσκειται δὲ τοῖς ἡμετέροις ζημιοῦσθαι τοὺς τὰ τοιαῦτα ποιοῦντας ὑπὸ τῶν γυναικονόμων, ὡς ἀνάνδροις καὶ γυναικώδεσι τοῖς περὶ τὰ πένθη πάθεσι καὶ ἁμαρτήμασιν ἐνεχομένους. (Plutarch, , chapter 21 5:3)
(플루타르코스, , chapter 21 5:3)
- εἰσὶ δὲ αἱ μὲν πολιτικαὶ τῶν ἐπιμελειῶν, ἢ πάντων τῶν πολιτῶν πρός τινα πρᾶξιν, οἱο῀ν στρατηγὸς στρατευομένων, ἢ κατὰ μέρος, οἱο῀ν ὁ γυναικονόμος ἢ παιδονόμος: (Aristotle, Politics, Book 4 244:1)
(아리스토텔레스, 정치학, Book 4 244:1)
- παιδονόμος δὲ καὶ γυναικονόμος, καὶ εἴ τις ἄλλος ἄρχων κύριός ἐστι τοιαύτης ἐπιμελείας, ἀριστοκρατικόν, δημοκρατικὸν δ οὔ πῶς γὰρ οἱό῀ν τε κωλύειν ἐξιέναι τὰς τῶν ἀπόρων· (Aristotle, Politics, Book 4 260:3)
(아리스토텔레스, 정치학, Book 4 260:3)