- σὺ γὰρ κατεσχίσω μὲν ἐπὶ γέλωτι κἀπ εὐτελείᾳ τόδε τὸ σανδαλίσκον καὶ τὸ ῥάκος, κἀξηῦρες ὥστ ἀζημίους παίζειν τε καὶ χορεύειν. (Aristophanes, Frogs, Parodos, strophe 21)
(아리스토파네스, Frogs, Parodos, strophe 21)
- καὶ μέντοι καὶ αὐτὸς ὁ νεανίσκος εὐτελείᾳ καὶ φιλοπονίᾳ, καὶ τῷ μηδὲν ἰδιώτου λαμπρότερον ἠμφιέσθαι καὶ ὡπλίσθαι σεμνυνόμενος ἀξιοθέατος ἦν καὶ ζηλωτὸς ὑπὸ τῶν πολλῶν ἐπεὶ τοῖς γε πλουσίοις οὐκ ἤρεσκεν ὁ νεωτερισμὸς αὐτοῦ, δεδιόσι μὴ κίνημα καὶ παράδειγμα τοῖς πανταχόσε δήμοις γένηται. (Plutarch, Agis, chapter 14 3:1)
(플루타르코스, Agis, chapter 14 3:1)
- εὐτελείᾳ μὲν γὰρ τῇ περὶ τὸ σῶμα καὶ ἀθρυψίᾳ τῇ περὶ δίαιταν οὐδείς ἐστι τῶν φιλοσόφων, ὃν οὐκ ἐξέπληξας· (Plutarch, Consolatio ad uxorem, section 52)
(플루타르코스, Consolatio ad uxorem, section 52)
- ὅτι Ὅμηρος ὁρῶν τὴν σωφροσύνην οἰκειοτάτην ἀρετὴν οὖσαν τοῖς νέοις καὶ πρώτην, ἔτι δὲ ἁρμόττουσαν καὶ πάντων τῶν καλῶν χορηγὸν οὖσαν, βουλόμενος ἐμφῦσαι πάλιν αὐτὴν ἀπ ἀρχῆς καὶ ἐφεξῆς ἵνα τὴν σχολὴν καὶ τὸν ζῆλον ἐν τοῖς καλοῖς ἔργοις ἀναλίσκωσι καὶ ὦσιν εὐεργετικοὶ καὶ κοινωνικοὶ πρὸς ἀλλήλους, εὐτελῆ κατεσκεύασε πᾶσι τὸν βίον καὶ αὐτάρκη, λογιζόμενος τὰς ἐπιθυμίας καὶ τὰς ἡδονὰς ἰσχυροτάτας γίνεσθαι καὶ πρώτας ἔτι τε καὶ ἐμφύτους τὰς περὶ ἐδωδὴν καὶ πόσιν, τοὺς δὲ διαμεμενηκότας ἐν εὐτελείᾳ εὐτάκτους καὶ περὶ τὸν ἄλλον βίον γίνεσθαι ἐγκρατεῖς. (Athenaeus, The Deipnosophists, book 1, chapter 151)
(아테나이오스, The Deipnosophists, book 1, chapter 151)
- καὶ γὰρ διανοήματος εὐτέλεια καὶ ῥήματος κενότης καὶ σχῆμα φορτικὸν καὶ πτόησις μετὰ χαρᾶς ἀπειροκάλου πρὸς ἔπαινον καὶ ὅσα τοιαῦτα μᾶλλον ἀκροωμένοις ἐφ ἑτέρων ἢ λέγουσιν ἐφ ἑαυτῶν καταφαίνεται. (Plutarch, De Recta Ratione Audiendi, chapter, section 6 3:2)
(플루타르코스, De Recta Ratione Audiendi, chapter, section 6 3:2)