- τοῦ δ ἔφυν ἐγώ τῆς Τυνδαρείας θυγατρὸς Ἰφιγένεια παῖς, ἣν ἀμφὶ δίναις ἃς θάμ Εὔριπος πυκναῖς αὔραις ἑλίσσων κυανέαν ἅλα στρέφει, ἔσφαξεν Ἑλένης οὕνεχ, ὡς δοκεῖ, πατὴρ Ἀρτέμιδι κλειναῖς ἐν πτυχαῖσιν Αὐλίδος. (Euripides, Iphigenia in Tauris, episode 1:3)
(에우리피데스, Iphigenia in Tauris, episode 1:3)
- οὗτοι γὰρ καὶ ἑαυτοῖς ὁμονοοῦσι καὶ ἀλλήλοις, ἐπὶ τῶν αὐτῶν ὄντες ὡς εἰπεῖν τῶν τοιούτων γὰρ μένει τὰ βουλήματα καὶ οὐ μεταρρεῖ ὥσπερ εὔριπος, βούλονταί τε τὰ δίκαια καὶ τὰ συμφέροντα, τούτων δὲ καὶ κοινῇ ἐφίενται. (Aristotle, Nicomachean Ethics, Book 9 69:1)
(아리스토텔레스, 니코마코스 윤리학, Book 9 69:1)
- πέριξ δὲ αὐτοῦ κατά τε τὰς μείζους πλευρὰς καὶ κατὰ μίαν τῶν ἐλαττόνων εὔριπος εἰς ὑποδοχὴν ὕδατος ὀρώρυκται βάθος τε καὶ πλάτος δεκάπους. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 68 3:2)
(디오니시오스, Antiquitates Romanae, book 3, chapter 68 3:2)
- ἀνὰ μέσον δ αὐτῶν ἐστιν εὔριπος στενὸς καὶ ποιῶν τὴν πόλιν ὀχυράν. (Diodorus Siculus, Library, book xiii, chapter 79 6:3)
(디오도로스 시켈로스, Library, book xiii, chapter 79 6:3)
- αὐτὸ δὲ τὸ χωρίον, ἔνθα τοῖς ἐφήβοις μάχεσθαι καθέστηκε, κύκλῳ μὲν εὔριπος περιέχει κατὰ ταὐτὰ καὶ εἰ νῆσον θάλασσα, ἔφοδοι δὲ ἐπὶ γεφυρῶν εἰσι. (Pausanias, Description of Greece, , chapter 14 14:2)
(파우사니아스, Description of Greece, , chapter 14 14:2)