- εἰ δέ τις οὕτως ἔσται δύσερις ὥστε καὶ πρὸς ταῦτα ἀντιλέγειν, ὅτι μὲν ὕστερον ἐγράφησαν αἱ ῥητορικαὶ τέχναι τῶν ἀναλυτικῶν τε καὶ μεθοδικῶν καὶ τοπικῶν, ὁμολογῶν ἀληθὲς εἶναι, οὐδὲν δὲ κωλύειν λέγων ἁπάσας ταύτας κατεσκευακέναι τὸν φιλόσοφον τὰς πραγματείας ἔτι παιδευόμενον παρὰ Πλάτωνι, ψυχρὰν μὲν καὶ ἀπίθανον ἐπιχείρησιν εἰσάγων, βιαζόμενος δὲ τὸ κακουργότατον τῶν ἐπιχειρημάτων ποιεῖν πιθανώτερον, ὅτι καὶ τὸ μὴ εἰκὸς γίνεταί ποτε εἰκός, ἀφεὶς ἃ πρὸς ταῦτα λέγειν εἶχον ἐπὶ τὰς αὐτοῦ τρέψομαι τοῦ φιλοσόφου μαρτυρίας, ἃς ἐν τῇ τρίτῃ βύβλῳ τῶν τεχνῶν τέθηκε περὶ τῆς μεταφορᾶς κατὰ λέξιν οὕτω γράφων: (Dionysius of Halicarnassus, Ad Ammaeum, chapter 81)
(디오니시오스, Ad Ammaeum, chapter 81)
- πιστοῦταί τε οὐ κατ ἐνθύμημα μόνον, ἀλλὰ καὶ κατ ἐπιχείρημα πλατύνων. (Dionysius of Halicarnassus, De Dinarcho, chapter 6 1:5)
(디오니시오스, De Dinarcho, chapter 6 1:5)
- λείπεται δὲ Δημοσθένους κατὰ μὲν τὴν ἐκλογὴν τῶν ὀνομάτων τῇ δεινότητι, κατὰ δὲ τὴν σύνθεσιν τῇ ποικιλίᾳ τῶν σχημάτων καὶ τῇ ἐξαλλαγῇ, κατὰ δὲ τὴν εὑρ´εσιν τῶν ἐπιχειρημάτων τῷ μὴ καινὰ καὶ παράδοξα λαμβάνειν ἀλλὰ φανερὰ καὶ ἐν τῷ μέσῳ κείμενα, κατὰ δὲ τὴν οἰκονομίαν τῇ τάξει καὶ ταῖς ἐξεργασίαις τῶν ἐπιχειρημάτων καὶ ταῖς προκατασκευαῖς καὶ ταῖς ἐφόδοις καὶ τοῖς ἄλλοις τεχνικοῖς παραγγέλμασιν, ἃ περὶ ταύτην ἐστὶ τὴν ἰδέαν, μάλιστα δ αὐτοῦ λείπεται τῇ συμμετρίᾳ καὶ τῷ καιρῷ καὶ τῷ πρέποντι. (Dionysius of Halicarnassus, De Dinarcho, chapter 8 2:4)
(디오니시오스, De Dinarcho, chapter 8 2:4)
- καὶ γὰρ ἐφόδοις χρῆται καὶ προκατασκευαῖς καὶ μερισμοῖς τεχνικωτέροις καὶ τίθησιν ἐν οἷς δίδωσι χρῆσιν ἕκαστον καὶ μέχρι πολλοῦ προάγει τὰς τῶν ἐπιχειρημάτων ἐξεργασίας σχημάτων τε μεταβολαῖς ἐναγωνίων καὶ παθητικῶν ποικίλλει τοὺς λόγους. (Dionysius of Halicarnassus, chapter 3 1:6)
(디오니시오스, chapter 3 1:6)
- ἐν δὲ τοῖς ἀποδεικτικοῖς διαλλάττειν ἂν δόξειεν Ἰσαῖος Λυσίου τῷ τε μὴ κατ ἐνθύμημά τι λέγειν ἀλλὰ κατ ἐπιχείρημα καὶ τῷ μὴ βραχέως ἀλλὰ διεξοδικῶς μηδὲ ἁπλῶς ἀλλ ἀκριβῶς αὔξειν τε μᾶλλον καὶ δεινότερα ποιεῖν τὰ πράγματα καὶ τὰ πάθη ποιεῖν γεννικώτερα. (Dionysius of Halicarnassus, chapter 16 1:2)
(디오니시오스, chapter 16 1:2)
- τάξις δὲ καὶ μερισμοὶ τῶν πραγμάτων καὶ ἡ κατ ἐπιχείρημα ἐξεργασία καὶ τὸ διαλαμβάνεσθαι τὴν ὁμοείδειαν ἰδίαις μεταβολαῖς καὶ ξένοις ἐπεισοδίοις τά τε ἄλλα ὅσα περὶ τὴν πραγματικὴν οἰκονομίαν ἔστιν ἀγαθὰ πολλῷ μείζονά ἐστι παρ Ἰσοκράτει καὶ κρείττονα, μάλιστα δ ἡ προαίρεσις ἡ τῶν λόγων, περὶ οὓς ἐσπούδαζε, καὶ τῶν ὑποθέσεων τὸ κάλλος, ἐν αἷς ἐποιεῖτο τὰς διατριβάς. (Dionysius of Halicarnassus, De Isocrate, chapter 44)
(디오니시오스, De Isocrate, chapter 44)
- δι ὃ καὶ Ἐρασίστρατον τὸν Ιοὐλιήτην ἐν τῇ περὶ τῶν Καθόλου πραγματείᾳ ἐπιτιμᾶν τοῖς τοῦτο ποιοῦσιν, βλαπτικὸν ὀφθαλμῶν τὸ ἐπιχείρημα δεικνύων καὶ τῆς κάτω κοιλίας ἐπισχετικόν. (Athenaeus, The Deipnosophists, Book 15, book 15, chapter 2 1:2)
(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 2 1:2)
- ἐκεῖνοι δέ, ὁποτέρως ἂν εἴπωσι, τὸ ἐπιχείρημα διαφθείρουσι. (Plutarch, De primo frigido, chapter, section 14 11:2)
(플루타르코스, De primo frigido, chapter, section 14 11:2)