호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅταν δὲ ἔλθῃς εἰς τὴν κατασκευὴν τῆς διαφορᾶς καὶ εἴπῃς, ῥᾴδιον γάρ ἐστι βοῶν καὶ ὀΐων καὶ πάσης ἀγέλης ἄρξαι μᾶλλον ἢ ἀνθρώπου, τότε λέγω ὅτι εἰς ἐννοήματα ἀφελέστερα ἀπάγεις τὸν λόγον: ἤθους γὰρ καὶ τρόπου εἰσίν, ἃ τοῦ λόγου τὸ ἀφελὲς ἐτήρησεν. ὁ μὲν οὖν πολιτικὸς πρότασιν προθεὶς τὰ κατασκευαστικὰ παρατίθησιν ἐπιλεγόμενος ἀεὶ τῶν ἐννοημάτων τὰ πολιτικώτερα, οἱο῀ν τὸ κατὰ τὰς ἀποβάσεις λέγειν οὐ πολιτικώτερον, νομέας μέντοι ἄρχοντας ἢ πάλιν, οὐδεπώποτε ᾐσθήμεθα συστάσας τὰς ἀγέλας, οὐκ ἂν πολιτικὸς εἴποι, οὗτος δὲ κατὰ τὸ πρέπον ἑαυτῷ τοῖς ἐπιχειρήμασι τὸ διαλλάττον παρέσχετο.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기