δάνεισμα?
Third declension Noun; Neuter
자동번역
Transliteration: daneisma
Principal Part:
δάνεισμα
Structure:
δανεισματ
(Stem)
Declension
Third declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- οὐκοῦν δανείσασθαι μὲν τὰ χρήματα ὁμολογοῦσι καὶ συνθήκας ποιήσασθαι τοῦ δανείσματος, φασὶν δ ἀποδεδωκέναι τὸ χρυσίον Λάμπιδι τῷ Δίωνος οἰκέτῃ ἐν Βοσπόρῳ. (Demosthenes, Speeches 31-40, 7:3)
- καίτοι, ὦ γῆ καὶ θεοί, προσῆκέν γε τοσοῦτο χρυσίον ἀποδιδόντα, καὶ πλέον τοῦ δανείσματος, περιβόητον ποιεῖν ἐν τῷ ἐμπορίῳ, καὶ παρακαλεῖν πάντας ἀνθρώπους, πρῶτον δὲ τὸν παῖδα τὸν τούτου καὶ τὸν κοινωνόν: (Demosthenes, Speeches 31-40, 43:3)
- βούλομαι οὖν, ὦ ἄνδρες δικασταί, τῆς συγγραφῆς ἀκοῦσαι ὑμᾶς πρῶτον, καθ ἣν ἐδανείσαμεν τὰ χρήματα, καὶ τῶν μαρτύρων τῶν παραγενομένων τῷ δανείσματι: (Demosthenes, Speeches 31-40, 11:1)
- Λάκριτος δ οὑτοσί, ὦ ἄνδρες δικασταί, οὐ τῷ δικαίῳ πιστεύων εἰσελήλυθε ταύτην τὴν δίκην, ἀλλ ἀκριβῶς εἰδὼς τὰ πεπραγμέν αὑτοῖς περὶ τὸ δάνεισμα τοῦτο, καὶ ἡγούμενος δεινὸς εἶναι καὶ ῥᾳδίως λόγους ποριεῖσθαι περὶ ἀδίκων πραγμάτων, οἰέται παράξειν ὑμᾶς ὅποι ἂν βούληται. (Demosthenes, Speeches 31-40, 64:1)
- ἦν δὲ τοῦ δανείσματος τετταράκοντα μὲν καὶ πέντε μναῖ ἐμαί, τάλαντον δ Εὐέργου. (Demosthenes, Speeches 31-40, 6:2)
- ἀλλ οὐκ ἔστι τούτῳ λοιπὸν οὐκ οἰκία, οὐ συνοικία, οὐ συνοικία, οὐ χωρίον, οὐκ οἰκέται, οὐ δάνεισμα, οὐκ ἄλλ οὐδὲν ἀφ ὧν ἄνθρωποι μὴ κακοῦργοι ζῶσιν. (Aeschines, Speeches, , section 105 1:2)
- ἐγκλήματα δ ἦν καὶ ξενία καὶ φιλία καὶ δάνεισμα, λαβόντος ἢ δόντος, ἤδη δέ τις καὶ προθυμίας ἢ μόνης συνοδίας ἡλίσκετο. (Appian, The Civil Wars, book 1, chapter 11 2:3)
- τῇ δ ἑξῆς Καίσαρι γραμμάτων αὐτῷ παρὰ Ἐρεννίου Καπίτωνος ἀφικομένων, ὅτι Ἀγρίππας μυριάδας τριάκοντα δάνεισμα ποιήσας καὶ πρὸς τὰς καταβολὰς ἐκλιπὼν χρόνον τὸν συγκείμενον ἀπαιτήσεως γενομένης οἴχοιτο φυγὰς ἐκ τῶν ὑπ αὐτῷ χωρίων ἄκυρον αὐτὸν καθιστὰς τῆς ἐπὶ τῷ εἰσπραξομένῳ ἐξουσίας, ταύτην ἀναγνοὺς τὴν ἐπιστολὴν περιαλγεῖ τε ὁ Καῖσαρ καὶ διάκλεισιν γενέσθαι τῷ Ἀγρίππᾳ κελεύει εἰσόδων τῶν πρὸς αὐτὸν ἄχρι δὴ καταβολῆς τοῦ χρέους. (Flavius Josephus, Antiquitates Judaicae, Book 18 199:1)
- ὁ δὲ μηδὲν τῇ ὀργῇ τοῦ Καίσαρος καταπλαγεὶς Ἀντωνίας δεῖται Γερμανικοῦ μητρὸς καὶ Κλαυδίου τοῦ ὕστερον γενομένου Καίσαρος, δάνεισμα αὐτῷ δοθῆναι τῶν τριάκοντα μυριάδων, ὡς φιλίας μὴ ἁμάρτοι τῆς πρὸς Τιβέριον. (Flavius Josephus, Antiquitates Judaicae, Book 18 200:1)