ἄροτρον?
Second declension Noun; Neuter
Transliteration: arotron
Principal Part:
ἄροτρον
ἀρότρου
Structure:
ἀροτρ
(Stem)
+
ον
(Ending)
Sense
- plough, (figuratively, in the plural) the organs of generation
Declension
Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- καὶ εἶπεν Ὀρνὰ πρὸς Δαυίδ. λαβὲ σεαυτῷ, καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον ἑαυτοῦ. ἰδὲ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον εἰς ξύλα καὶ τὸν σῖτον εἰς θυσίαν, τὰ πάντα δέδωκα. (Septuagint, Liber I Paralipomenon 21:23)
- τί σοφισθήσεται ὁ κρατῶν ἀρότρου καὶ καυχώμενος ἐν δόρατι κέντρου, βόας ἐλαύνων καὶ ἀναστρεφόμενος ἐν ἔργοις αὐτῶν, καὶ ἡ διήγησις αὐτοῦ ἐν υἱοῖς ταύρων; (Septuagint, Liber Sirach 38:25)
- βίᾳ μὲν οὐδὲ τῶν ἐλαχίστων δύναται κρατεῖν ἄνθρωπος, ἐπινοίᾳ δὲ καὶ μεθόδῳ ὑπέζευξε μὲν ἀρότρῳ βοῦν πρὸς τὴν ἐργασίαν τῆς χώρας, ἐχαλίνωσε δὲ τὸν ἵππον, ἐλέφαντι δὲ παρέστησεν ἐπιβάτην καὶ ξύλῳ τὴν ἀμέτρητον θάλασσαν διεπέρασεν. (Demades, On the Twelve Years, 42:1)
- Ζητῶν δὲ ἀεὶ πρὸς ἐμαυτὸν οὔπω καὶ τήμερον εὑρεῖν δεδύνημαι τίνος ἕνεκα τὴν σπουδὴν ταύτην ἐσπούδακας περὶ τὴν ὠνὴν τῶν βιβλίων ὠφελείας μὲν γὰρ ἢ χρείας τῆς ἀπ αὐτῶν οὐδ ἂν οἰηθείη τις τῶν καὶ ἐπ ἐλάχιστόν σε εἰδότων, οὐ μᾶλλον ἢ φαλακρὸς ἄν τις πρίαιτο κτένας ἢ κάτοπτρον ὁ τυφλὸς ἢ ὁ κωφὸς αὐλητὴν ἢ παλλακὴν ὁ εὐνοῦχος ἢ ὁ ἠπειρώτης κώπην ἢ ὁ κυβερνήτης ἄροτρον. (Lucian, Adversus indoctum et libros multos ementem, (no name) 19:2)
- ὢ τῆς ἀνοίας, οἵ γε οὐκ ἴσασιν ὅτι, κἂν ὅλην τὴν Πελοπόννησον ἕκαστος αὐτῶν κτήσωνται, μόγις ἂν ποδιαῖον λάβοιεν τόπον παρὰ τοῦ Αἰακοῦ τὸ δὲ πεδίον τοῦτο ἄλλοτε ἄλλοι γεωργήσουσι πολλάκις ἐκ βάθρων τὸ τρόπαιον ἀνασπάσαντες τῷ ἀρότρῳ. (Lucian, Contemplantes, (no name) 24:3)
- οὐκ ἂν τώ γ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν. (Hesiod, Works and Days, Book WD 49:17)
- βόας τε ὑπ᾿ ἄροτρον ζεῦξαι Διόνυσον πρῶτον, καὶ ἀροτῆρας ἀντὶ νομάδων ποιῆσαι Ἰνδῶν τοὺς πολλούς, καὶ ὁπλίσαι ὅπλοισι τοῖσιν ἀρηίοισι. (Arrian, Indica, chapter 7 8:1)
- καὶ τεκτονικὸς οὐκ ἂν οὕτω κατασκευάσαι ἄροτρον προθύμως· (Plutarch, Maxime cum principbus philosopho esse diserendum, chapter, section 4 3:3)