- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

ἀπίθανος?

First/Second declension Adjective; 자동번역 Transliteration: apithanos

Principal Part: ἀπίθανος ἀπίθανη ἀπίθανον

Structure: (Prefix) + πιθαν (Stem) + ος (Ending)

Sense

  1. not winning belief, incredible, unlikely, improbable, not persuasive, unconvincing
  2. not to be trusted
  3. not having confidence

Examples

  • τοῦτο λεχθὲν οὐ μετρίως μου καθίκετο, καὶ ἐσιώπησα αἰσχυνθείς, ὅτι παιδίου τινος ὡς ἀληθῶς ἔργον ἐπεπόνθειν πιστεύσας τοῖς ποιηταῖς ἀπίθανα οὕτως ψευδομένοις, ὡς μηδὲν ὑγιὲς ἀρέσκεσθαι αὐτοῖς. (Lucian, Electrum, (no name) 3:3)
  • ὡς γοῦν ἐπὶ πολὺ τὰ προσόντα τῷ διαβαλλομένῳ πρὸς τὸ χεῖρον μεταβάλλοντες οὐκ ἀπιθάνους ποιοῦνται τὰς κατηγορίας, οἱο῀ν τὸν μὲν ἰατρὸν διαβάλλουσιν ὡς φαρμακέα, τὸν πλούσιον δὲ ὡς τύραννον, τὸν τυραννικὸν δὲ ὡς προδοτικόν. (Lucian, Calumniae non temere credundum, (no name) 13:2)
  • οὔκουν θαυμαστόν, εἰ ἀπίθανος οὕτως ζωγράφος ὢν καὶ τοῖς πεπαιδευμένοις ἐξομοιοῦσθαι ἐθέλεις, πιστεύων τοῖς τὰ τοιαῦτά σε ἐπαινοῦσι. (Lucian, Adversus indoctum et libros multos ementem, (no name) 22:2)
  • εἰ δέ τις οὕτως ἔσται δύσερις ὥστε καὶ πρὸς ταῦτα ἀντιλέγειν, ὅτι μὲν ὕστερον ἐγράφησαν αἱ ῥητορικαὶ τέχναι τῶν ἀναλυτικῶν τε καὶ μεθοδικῶν καὶ τοπικῶν, ὁμολογῶν ἀληθὲς εἶναι, οὐδὲν δὲ κωλύειν λέγων ἁπάσας ταύτας κατεσκευακέναι τὸν φιλόσοφον τὰς πραγματείας ἔτι παιδευόμενον παρὰ Πλάτωνι, ψυχρὰν μὲν καὶ ἀπίθανον ἐπιχείρησιν εἰσάγων, βιαζόμενος δὲ τὸ κακουργότατον τῶν ἐπιχειρημάτων ποιεῖν πιθανώτερον, ὅτι καὶ τὸ μὴ εἰκὸς γίνεταί ποτε εἰκός, ἀφεὶς ἃ πρὸς ταῦτα λέγειν εἶχον ἐπὶ τὰς αὐτοῦ τρέψομαι τοῦ φιλοσόφου μαρτυρίας, ἃς ἐν τῇ τρίτῃ βύβλῳ τῶν τεχνῶν τέθηκε περὶ τῆς μεταφορᾶς κατὰ λέξιν οὕτω γράφων: (Dionysius of Halicarnassus, Ad Ammaeum, chapter 81)
  • ἀπίθανον δὲ οἶμαι εἶναι τὰς μὲν τιμὰς οὕτω γράφειν εὐνοοῦντα τῷ Διφίλῳ τὸν Δημοσθένην, λόγον δὲ παρὰ Δεινάρχου λαβόντα περιιδεῖν. (Dionysius of Halicarnassus, De Dinarcho, chapter 11 5:3)
  • "^ ἦν δὴ τὸ ἐπὶ τούτῳ ὁ μὲν πάνυ ἀπίθανος ἐν τῇ ὑποκρίσει, συνείρων οἱο῀ν εἰκὸς ἐκ πολλοῦ ἐσκεμμένα καὶ μεμελετημένα, εἰ καὶ ὅτι μάλιστα ἡ ἀναισχυντία . (Lucian, Pseudologista, (no name) 5:6)
  • ὥστε ἤδη διὰ ταῦτά σοι καὶ ὁ Σαλμωνεὺς ἀντιβροντᾶν ἐτόλμα, οὐ πάνυ τι ἀπίθανος ὤν, πρὸς οὕτω ψυχρὸν τὴν ὀργὴν Δία θερμουργὸς ἀνὴρ μεγαλαυχούμενος. (Lucian, Timon, (no name) 2:2)
  • ἦν δὲ καὶ ἐν τῷ γελοίῳ οὐκ ἀπίθανος φασὶ δὲ καὶ τελευτῆσαι αὐτὸν διὰ τὴν ἐν τῷ γελοίῳ παρρησίαν ὑπὸ Νικοκλέους τοῦ Κυπρίων βασιλέως φάρμακον πιόντα διὰ τὸ σκώπτειν αὐτοῦ τοὺς υἱούς. (Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 46 1:1)
  • εἰωθὼς δὲ στρατηγεῖν παρ ἐνιαυτόν, ὡς ἡ τάξις αὐτῷ περιῆλθε, καλούμενος ἐξωμόσατο, καὶ Τιμόξενος ᾑρέθη στρατηγός, ἐδόκει δὲ ἡ μὲν πρὸς τοὺς ὄχλους ὀργὴ πρόφασις εἶναι λεγομένη τῆς ἐξωμοσίας ἀπίθανος, αἰτία δ ἀληθὴς τὰ περιεστῶτα τοὺς Ἀχαιούς, οὐκέθ ὡς πρότερον ἀτρέμα καὶ σχέδην τοῦ Κλεομένους ἐπιβαίνοντος οὐδ ἐμπλεκομένου ταῖς πολιτικαῖς ἀρχαῖς, ἀλλ ἐπεὶ τοὺς ἐφόρους ἀποκτείνας καὶ τὴν χώραν ἀναδασάμενος καὶ πολλοὺς τῶν μετοίκων ἐμβαλὼν εἰς τὴν πολιτείαν ἔσχεν ἰσχὺν ἀνυπεύθυνον, εὐθὺς ἐπικειμένου τοῖς Ἀχαιοῖς καὶ τῆς ἡγεμονίας ἑαυτὸν ἀξιοῦντος. (Plutarch, Aratus, chapter 38 2:1)

Synonyms

  1. not having confidence

Related

명사

형용사

동사

부사

Derived

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION