- κέκλετο δ ἀμφιπόλοις, αἵ οἱ δυοκαίδεκα πᾶσαι ἐν προδόμῳ θαλάμοιο θυώδεος ηὐλίζοντο ἥλικες, οὔπω λέκτρα σὺν ἀνδράσι πορσύνουσαι, ἐσσυμένως οὐρῆας ὑποζεύξασθαι ἀπήνῃ, οἵ κέ μιν εἰς Ἑκάτης περικαλλέα νηὸν ἄγοιεν. (Apollodorus, Argonautica, book 3 14:21)
(아폴로도로스, 아르고나우티카, book 3 14:21)
- οἱ μὲν ἄρ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην ὥπλεον, ἡμιόνους θ ὕπαγον ζεῦξάν θ ὑπ ἀπήνῃ: (Homer, Odyssey, Book 6 8:2)
(호메로스, 오디세이아, Book 6 8:2)
- καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπ ἀπήνῃ, μήτηρ δ ἐν κίστῃ ἐτίθει μενοεικέ ἐδωδὴν παντοίην, ἐν δ ὄψα τίθει, ἐν δ οἶνον ἔχευεν ἀσκῷ ἐν αἰγείῳ: (Homer, Odyssey, Book 6 8:4)
(호메로스, 오디세이아, Book 6 8:4)
- ὣς ἔφαθ, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ. (Homer, Iliad, Book 24 69:1)
(호메로스, 일리아스, Book 24 69:1)
- ἀπήνῃ δὲ οὔτε τῷ ἀνευρήματι οὐδὲν ἀρχαῖον οὔτε εὐπρέπεια αὐτῇ προσῆν, ἐπάρατόν τε Ἠλείοις ἐκ παλαιοῦ καὶ ἀρχὴν γενέσθαι σφίσιν ἐν τῇ χώρᾳ τὸ ζῷον: (Pausanias, Description of Greece, , chapter 9 4:3)
(파우사니아스, Description of Greece, , chapter 9 4:3)
- Ὀδυσσεὺς τὸ μετὰ τοῦτο δῆθεν μεμηνώς, ἅτε συστρατεύειν τοῖς Ἀτρείδαις μὴ θέλων πάρεισι δὲ οἱ πρέσβεις ἤδη καλοῦντες, καὶ τὰ μὲν τῆς ὑποκρίσεως πιθανὰ πάντα, ἡ ἀπήνη, τὸ τῶν ὑπεζευγμένων ἀσύμφωνον, ἡ ἄνοια τῶν δρωμένων: (Lucian, De Domo, (no name) 30:1)
(루키아노스, De Domo, (no name) 30:1)
- καὶ ἦσάν τινες οἱ μανίας ἀρχὴν ταῦτα εἶναι νομίζοντες καὶ ἀπειλὴν καὶ ἀκροβολισμὸν οὐκ ἐς μακρὰν ἐπιπεσουμένου τοῦ κακοῦ, μῖσος ἄλογον καὶ νόμον ἀπηνῆ καὶ βλασφημίας προχείρους καὶ δικαστήριον σκυθρωπὸν καὶ βοὴν καὶ ὀργὴν καὶ ὅλως χολῆς μεστὰ πάντα. (Lucian, Abdicatus, (no name) 3:6)
(루키아노스, Abdicatus, (no name) 3:6)
- πάντῃ δὲ πόρον σχιστὸν ἀμείβων λεῦσσε, φυλάσσων μή τίς σε λάθῃ τροχαλοῖσιν ὄχοις παραμειψαμένη παῖδα κομίζους ἐνθάδ ἀπήνη Δαναῶν πρὸς ναῦς. (Euripides, Iphigenia in Aulis, episode, anapests 1:17)
(에우리피데스, Iphigenia in Aulis, episode, anapests 1:17)
- ὡς πᾶς ἀπήνη πούς τε πρεσβύτου φιλεῖ χειρὸς θυραίας ἀναμένειν κουφίσματα. (Euripides, Phoenissae, episode11)
(에우리피데스, Phoenissae, episode11)
- ὁρῶμαί ποτε τοῖς φίλοις καὶ τῇ γυναικὶ καὶ τοῖς θυγατρίοις, οὐ μόνον ἰδεῖν ἄγριος καὶ ἀσυνήθης ἀλλὰ καὶ φωνὴν ἀπηνῆ καὶ τραχεῖαν ἀφιείς: (Plutarch, De cohibenda ira, section 6 3:2)
(플루타르코스, De cohibenda ira, section 6 3:2)