호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ δὲ δημοσίαις ἱκεσίαις καὶ δεήσει πρέσβεων καὶ λιταῖς ἱερέων ἀπηνῶς χρησάμενον εἶτα χαρίσασθαι τῇ μητρὶ τὴν ἀναχώρησιν, οὐ τῆς μητρὸς ἦν τιμὴ, ἀλλ ἀτιμία τῆς πατρίδος, οἴκτῳ καὶ παραιτήσει διὰ μίαν γυναῖκα σῳζομένης, ὡς οὐκ ἀξίας σῴζεσθαι δι αὑτήν, ἐπίφθονος γὰρ ἡ χάρις καὶ ὠμὴ καὶ ἀχάριστος ἀληθῶς καὶ πρὸς οὐδετέρους ἔχουσα τὸ εὔγνωμον:? ἀνεχώρησε γὰρ μήτε πεισθεὶς ὑπὸ τῶν πολεμουμένων μήτε πείσας τοὺς συμπολεμοῦντας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기