- εἶδέν τις ὑμῶν τἀκβάταν ἢ τοὺς Χάονας· (Aristophanes, Acharnians, Lyric-Scene, strophe 2 1:43)
(아리스토파네스, Acharnians, Lyric-Scene, strophe 2 1:43)
- "ταῦτα μέντοι κενὴν ἀλαζονείαν καὶ κόμπον ἀποδείκνυτε, Χάονας καὶ Μολοσσούς, τὴν ἀεὶ Μακεδόνων λείαν, δεδιότες, καὶ τρέμοντες Πύρρον, ὃς τῶν Ἀλεξάνδρου δορυφόρων ἕνα γοῦν ἀεὶ περιέπων καὶ θεραπεύων διατετέλεκε, καὶ νῦν οὐ βοηθῶν τοῖς ἐνταῦθα μᾶλλον Ἕλλησιν ἢ φεύγων τοὺς ἐκεῖ πολεμίους πλανᾶται περὶ τὴν Ἰταλίαν, ἐπαγγελλόμενος ἡμῖν τὴν ἡγεμονίαν ἀπὸ ταύτης τῆς δυνάμεως ἣ μέρος μικρὸν αὐτῷ Μακεδονίας οὐκ ἤρκεσε διαφυλάξαι , μὴ τοῦτον οὖν ἀπαλλάξειν νομίζετε ποιησάμενοι φίλον, ἀλλὰ ἐκείνους ἐπάξεσθαι καταφρονήσαντας ὑμῶν ὡς πᾶσιν εὐκατεργάστων, εἰ Πύρρος ἄπεισι μὴ δοὺς δίκην ὧν ὕβρισεν, ἀλλὰ καὶ προσλαβὼν μισθὸν τό ἐπεγγελάσαι Ῥωμαίοις Ταραντίνους καὶ Σαυνίτας. (Plutarch, chapter 19 1:2)
(플루타르코스, chapter 19 1:2)
- ἐπὶ μέσης δὲ τῆς φάλαγγος Θεσπρωτούς τε καὶ Χάονας, τούτοις δὲ συνεχεῖς τοὺς Αἰτωλῶν καὶ Ἀκαρνάνων καὶ Ἀθαμάνων μισθοφόρους, τελευταίους δὲ Σαυνίτας τὸ λαιὸν ἐκπληροῦντας κέρας. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 20, chapter 1 1:2)
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 20, chapter 1 1:2)
- συναφὲς δὲ τῷ τρίτῳ τὸ τέταρτον ἔστησαν κατὰ τοὺς Μολοττούς τε καὶ Χάονας καὶ Θεσπρωτούς: (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 20, chapter 1 4:1)
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 20, chapter 1 4:1)
- τῶν μὲν οὖν Ἠπειρωτῶν ἔθνη φησὶν εἶναι Θεόπομπος τετταρεσκαίδεκα, τούτων δ ἐνδοξότατα Χάονες καὶ Μολοττοὶ διὰ τὸ ἄρξαι ποτὲ πάσης τῆς Ἠπειρώτιδος πρότερον μὲν Χάονας, ὕστερον δὲ Μολοττούς, οἳ καὶ διὰ τὴν συγγένειαν τῶν βασιλέων ἐπὶ πλέον ηὐξήθησαν τῶν γὰρ Αἰακιδῶν ἦσαν, καὶ διὰ τὸ παρὰ τούτοις εἶναι τὸ ἐν Δωδώνῃ μαντεῖον, παλαιόν τε καὶ ὀνομαστὸν ὄν. (Strabo, Geography, Book 7, chapter 7 10:1)
(스트라본, 지리학, Book 7, chapter 7 10:1)