- ἐπὶ δὲ Θουδήμου τοῦ μετὰ Διότιμον ἄρξαντος τόν τε κατὰ Τιμοκράτους λόγον ἔγραψε Διοδώρῳ τῷ κρίνοντι παρανόμων τὸν Τιμοκράτη καὶ τὸν περὶ τῆς Μεγαλοπολιτῶν βοηθείας δημηγορικὸν αὐτὸς ἀπήγγειλε. (Dionysius of Halicarnassus, Ad Ammaeum, chapter 4 1:2)
(디오니시오스, Ad Ammaeum, chapter 4 1:2)
- Πολύβιος δὲ ὁ Λυκόρτα Μεγαλοπολίτης ἀγρόθεν ἀνελθὼν ἀφ ἵππου κατέπεσεν καὶ ἐκ τούτου νοσήσας ἀπέθανεν ἐτῶν δύο καὶ ὀγδοήκοντα, Ὑψικράτης δὲ ὁ Ἀμισηνὸς συγγραφεὺς διὰ πολλῶν μαθημάτων γενόμενος ἔτη δύο καὶ ἐνενήκοντα. (Lucian, Macrobii, (no name) 22:7)
(루키아노스, Macrobii, (no name) 22:7)
- τὴν κατὰ τὴν Λυσιτανίαν ῾χώρα δ ἐστὶν αῦτη τῆς Ἰβηρίας, ἢν νῦν Ῥωμαῖοι Σπανίαν ὀνομάζουσι διηγούμενος εὐδαιμονίαν Πολύβιος ὁ Μεγαλοπολίτης, ἀνδρῶν ἄριστε Τιμόκρατες, ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν φησιν ὡς αὐτόθι διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν καὶ τὰ ζῷα πολύγονα καὶ οἱ ἄνθρωποι, καὶ οἱ ἐν τῇ χώρᾳ καρποὶ οὐδέποτε φθείρονται: (Athenaeus, The Deipnosophists, Book 8, book 81)
(아테나이오스, The Deipnosophists, Book 8, book 81)
- αὗται οὖν ὑπὸ τῶν πολιτῶν καλλίπυγοι ἐκαλοῦντο, ὡς καὶ ὁ Μεγαλοπολίτης Κερκιδᾶς ἐν τοῖς Ιἄμβοις ἱστορεῖ λέγων ἦν καλλιπύγων ζεῦγος ἐν Συρακούσαις. (Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 80 1:7)
(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 80 1:7)
- ἀλλ ἐπέστησε τὴν δίωξιν, ἀγανακτῶν δὲ Λυδιάδας ὁ Μεγαλοπολίτης συνεξώρμησε τοὺς περὶ αὑτὸν ἱππεῖς καὶ διώκων εἰς χωρίον ἀμπέλων καὶ τάφρων καὶ τειχῶν μεστὸν ἐνσείσας καὶ διασπασθεὶς περὶ ταῦτα κακῶς ἀπήλλαττε, κατιδὼν ὁ Κλεομένης ἀνῆκε τοὺς Ταραντίνους καὶ τοὺς Κρῆτας ἐπ αὐτόν, ὑφ ὧν ὁ Λυδιάδας ἀμυνόμενος εὐρώστως ἔπεσε, πρὸς τοῦτο θαρρήσαντες οἱ Λακεδαιμόνιοι μετὰ βοῆς ἐνέβαλον τοῖς Ἀχαιοῖς, καὶ τροπὴν ὅλου τοῦ στρατεύματος ἐποίησαν. (Plutarch, Cleomenes, chapter 6 3:1)
(플루타르코스, Cleomenes, chapter 6 3:1)
- Πτολεμαῖος δ ὁ τοῦ Ἀγησάρχου Μεγαλοπολίτης γένος ἐν τῇ δευτέρᾳ τῶν περὶ τὸν Φιλοπάτορα ἱστοριῶν συμπότας φησὶ τῷ βασιλεῖ συνάγεσθαι ἐξ ἁπάσης τῆς πόλεως, οὓς προσαγορεύεσθαι γελοιαστάς. (Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 48 2:3)
(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 48 2:3)