호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πάνυ μὲν οὖν, ἔφη. οὐκοῦν πλουσιωτέρα γ’ ἂν εἰή προσόδων αὐτῇ πλειόνων γενομένων; εἰκὸσ γοῦν, ἔφη. λέξον δή, ἔφη, ἐκ τίνων νῦν αἱ πρόσοδοι τῇ πόλει καὶ πόσαι τινέσ εἰσι; δῆλον γὰρ ὅτι ἔσκεψαι, ἵνα, εἰ μέν τινεσ αὐτῶν ἐνδεῶσ ἔχουσιν, ἐκπληρώσῃσ, εἰ δὲ παραλείπονται, προσπορίσῃσ. ἀλλὰ μὰ Δί’, ἔφη ὁ Γλαύκων, ταῦτά γε οὐκ ἐπέσκεμμαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기