- 텍스트

Homer, Odyssey, Book 23 32:

(호메로스, 오디세이아, Book 23 32:)

τὴν δ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:? "δαιμονίη, τί τ ἄρ αὖ με μάλ ὀτρύνουσα κελεύεις εἰπέμεν· αὐτὰρ ἐγὼ μυθήσομαι οὐδ ἐπικεύσω. οὐ μέν τοι θυμὸς κεχαρήσεται: οὐδὲ γὰρ αὐτὸς χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστε ἄνωγεν ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντ εὐῆρες ἐρετμόν, εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν ἀνέρες, οὐδέ θ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν: οὐδ ἄρα τοί γ ἴσασι νέας φοινικοπαρῄους, οὐδ εὐήρε ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται. σῆμα δέ μοι τόδ ἐείπεν ἀριφραδές, οὐδέ σε κεύσω: ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ, καὶ τότε μ ἐν γαίῃ πήξαντ ἐκέλευεν ἐρετμόν, ἔρξανθ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι, ἀρνειὸν ταῦρόν τε συῶν τ ἐπιβήτορα κάπρον, οἴκαδ ἀποστείχειν, ἔρδειν θ ἱερὰς ἑκατόμβας ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, πᾶσι μάλ ἑξείης: θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ γήρας ὕπο λιπαρῷ ἀρημένον: ἀμφὶ δὲ λαοὶ ὄλβιοι ἔσσονται: τὰ δέ μοι φάτο πάντα τελεῖσθαι. " τὸν δ αὖτε προσέειπε περίφρων Πηνελόπεια: "εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον, ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION