- 텍스트

Homer, Odyssey, Book 22 49:

(호메로스, 오디세이아, Book 22 49:)

ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος:? αὐτὰρ Ὀδυσσεὺς οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ. Τηλέμαχος δ Εὐηνορίδην Λειώκριτον οὖτα δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν: ἤριπε δὲ πρηνής, χθόνα δ ἤλασε παντὶ μετώπῳ. δὴ τότ Ἀθηναίη φθισίμβροτον αἰγίδ ἀνέσχεν ὑψόθεν ἐξ ὀροφῆς: τῶν δὲ φρένες ἐπτοίηθεν. οἱ δ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι: τὰς μέν τ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν ὡρ´ῃ ἐν εἰαρινῇ, ὅτε τ ἤματα μακρὰ πέλονται. οἱ δ ὥς τ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι, ἐξ ὀρέων ἐλθόντες ἐπ ὀρνίθεσσι θόρωσι: ταὶ μέν τ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἱένται, οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ γίγνεται οὐδὲ φυγή: χαίρουσι δέ τ ἀνέρες ἄγρῃ: ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα τύπτον ἐπιστροφάδην: τῶν δὲ στόνος ὤρνυτ ἀεικὴς κράτων τυπτομένων, δάπεδον δ ἅπαν αἵματι θῦε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION