호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"οὐκέτι σοί γ’, Ὀδυσεῦ, μένοσ ἔμπεδον οὐδέ τισ ἀλκή οἱή ὅτ’ ἀμφ’ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ, εἰνάετεσ Τρώεσσιν ἐμάρναο νωλεμὲσ αἰεί, πολλοὺσ δ’ ἄνδρασ ἔπεφνεσ ἐν αἰνῇ δηϊοτῆτι, σῇ δ’ ἥλω βουλῇ Πριάμου πόλισ εὐρυάγυια. πῶσ δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθ’ ἱκάνεισ, ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμοσ εἶναι; ἀλλ’ ἄγε δεῦρο, πέπον, παρ’ ἔμ’ ἵστασο καὶ ἴδε ἔργον, ὄφρ’ εἰδῇσ οἱο͂́σ τοι ἐν ἀνδράσι δυσμενέεσσιν Μέντωρ Ἀλκιμίδησ εὐεργεσίασ ἀποτίνειν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기