- 텍스트

Homer, Odyssey, Book 21 3:

(호메로스, 오디세이아, Book 21 3:)

ἡ δ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν, ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δ ἐπέθηκε φαεινάς, αὐτίκ ἄρ ἥ γ ἱμάντα θοῶς ἀπέλυσε κορώνης, ἐν δὲ κληῗδ ἧκε, θυρέων δ ἀνέκοπτεν ὀχῆας ἄντα τιτυσκομένη:? τὰ δ ἀνέβραχεν ἠΰτε ταῦρος βοσκόμενος λειμῶνι: τός ἔβραχε καλὰ θύρετρα πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα. ἡ δ ἄρ ἐφ ὑψηλῆς σανίδος βῆ: ἔνθα δὲ χηλοὶ ἕστασαν, ἐν δ ἄρα τῇσι θυώδεα εἵματ ἔκειτο. ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός. ἑζομένη δὲ κατ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα, κλαῖε μάλα λιγέως, ἐκ δ ᾕρεε τόξον ἄνακτος. ἡ δ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο, βῆ ῥ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς τόξον ἔχους ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην ἰοδόκον: πολλοὶ δ ἔνεσαν στονόεντες ὀϊστοί. τῇ δ ἄρ ἅμ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος. ἡ δ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα. ἀμφίπολος δ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη. αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION