호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῇ δ ἄρ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη, κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ, τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.? κλίμακα δ ὑψηλὴν προσεβήσετο οἱο῀ δόμοιο, εἵλετο δὲ κληῗδ εὐκαμπέα χειρὶ παχείῃ καλὴν χαλκείην: κώπη δ ἐλέφαντος ἐπῆεν. βῆ δ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν ἔσχατον: ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος, χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος. ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη ἰοδόκος, πολλοὶ δ ἔνεσαν στονόεντες ὀϊστοί, δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι. τὼ δ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε: μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἀείραν νηυσὶ πολυκλήϊσι τριηκόσι ἠδὲ νομῆας. τῶν ἕνεκ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς παιδνὸς ἐών: πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες. Ἴφιτος αὖθ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο δώδεκα θήλειαι, ὑπὸ δ ἡμίονοι ταλαεργοί: αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο, ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον, φῶθ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων, ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ, σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατ οὐδὲ τράπεζαν, τὴν ἥν οἱ παρέθηκεν: ἔπειτα δὲ πέφνε καὶ αὐτόν, ἵππους δ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι. τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον, τὸ πρὶν μέν ῥ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ κάλλιπ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι. τῷ δ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν, ἀρχὴν ξεινοσύνης προσκηδέος: οὐδὲ τραπέζῃ γνώτην ἀλλήλων: πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν, ὅς οἱ τόξον ἔδωκε. τὸ δ οὔ ποτε δῖος Ὀδυσσεὺς ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν ᾑρεῖτ, ἀλλ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο κέσκετ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기