호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ’ αὖτε προσέειπε συβώτησ, ὄρχαμοσ ἀνδρῶν· "ξεῖν’, ἐπεὶ ἂρ δὴ ταῦτά μ’ ἀνείρεαι ἠδὲ μεταλλᾷσ, σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον ἥμενοσ. αἵδε δὲ νύκτεσ ἀθέσφατοι· ἔστι μὲν εὕδειν, ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή, πρὶν ὡρ́η, καταλέχθαι· ἀνίη καὶ πολὺσ ὕπνοσ. τῶν δ’ ἄλλων ὅτινα κραδίη καὶ θυμὸσ ἀνώγει, εὑδέτω ἐξελθών· ἅμα δ’ ἠοῖ φαινομένηφι δειπνήσασ ἅμ’ ὑέσσιν ἀνακτορίῃσιν ἑπέσθω. νῶϊ δ’ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι, μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ, ὅσ τισ δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλ’ ἐπαληθῇ. τοῦτο δέ τοι ἐρέω ὅ μ’ ἀνείρεαι ἠδὲ μεταλλᾷσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기