호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὐτὰρ ἐπεὶ τό γ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος, αὐτίκ ἄρ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.? ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς, ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπ αὐτοῦ: τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος ὀπτῆσαί τε κρεῶν: ὁ δ ἄρ οὐκ ἀπίθησεν ἀκούσας. αὐτὸς δ ἐς θάλαμον κατεβήσετο κηώεντα, οὐκ οἰο῀ς, ἅμα τῷ γ Ἑλένη κίε καὶ Μεγαπένθης. ἀλλ ὅτε δή ῥ ἵκανον ὅθι κειμήλια κεῖτο, Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον, υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθε ἄνωγεν ἀργύρεον: Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν, ἔνθ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή. τῶν ἕν ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν, ὃς κάλλιστος ἐήν ποικίλμασιν ἠδὲ μέγιστος, ἀστὴρ δ ὣς ἀπέλαμπεν: ἔκειτο δὲ νείατος ἄλλων. βὰν δ ἰέναι προτέρω διὰ δώματος, ἡο῀ς ἵκοντο Τηλέμαχον: τὸν δὲ προσέφη ξανθὸς Μενέλαος: "Τηλέμαχ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς, ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης. δώρων δ, ὅσς ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται, δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι. δώσω τοι κρητῆρα τετυγμένον: ἀργύρεος δὲ ἐστὶν ἅπας, χρυσῷ δ ἐπὶ χείλεα κεκράανται, ἔργον δ Ἡφαίστοιο: πόρεν δέ ἑ Φαίδιμος ἡρ´ως, Σιδονίων βασιλεύς, ὅθ ἑὸς δόμος ἀμφεκάλυψε κεῖσέ με νοστήσαντα: τεῒν δ ἐθέλω τόδ ὀπάσσαι. " ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον ἡρ´ως Ἀτρεΐδης: ὁ δ ἄρα κρητῆρα φαεινὸν θῆκ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης, ἀργύρεον: Ἑλένη δὲ παρίστατο καλλιπάρῃος πέπλον ἔχους ἐν χερσίν, ἔπος τ ἔφατ ἔκ τ ὀνόμαζε:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기