호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"νόστον δίζηαι μελιηδέα, φαίδιμ Ὀδυσσεῦ:? τὸν δέ τοι ἀργαλέον θήσει θεός: οὐ γὰρ ὀίω λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας. ἀλλ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε, αἴ κ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων, ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον, βοσκομένας δ εὑρ´ητε βόας καὶ ἴφια μῆλα Ηἐλίου, ὃς πάντ ἐφορᾷ καὶ πάντ ἐπακούει. τὰς εἰ μέν κ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι, καί κεν ἔτ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε: εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ ὄλεθρον, νηί τε καὶ ἑτάροις. αὐτὸς δ εἴ πέρ κεν ἀλύξῃς, ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους, νηὸς ἐπ ἀλλοτρίης: δήεις δ ἐν πήματα οἴκῳ, ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες. ἀλλ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών: αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ, ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν, εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν ἀνέρες, οὐδέ θ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν: οὐδ ἄρα τοί γ ἴσασι νέας φοινικοπαρῄους οὐδ ἐυήρε ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται. σῆμα δέ τοι ἐρέω μάλ ἀριφραδές, οὐδέ σε λήσει: ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ, καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν, ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι, ἀρνειὸν ταῦρόν τε συῶν τ ἐπιβήτορα κάπρον, οἴκαδ ἀποστείχειν ἔρδειν θ ἱερᾶς ἑκατόμβας ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, πᾶσι μάλ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ γήραι ὕπο λιπαρῷ ἀρημένον: ἀμφὶ δὲ λαοὶ ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기