호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη Τηλεμάχῳ ὁδὸς ἥδε:? φάμεν δέ οἱ οὐ τελέεσθαι. ἐκ τοσσῶνδ ἀέκητι νέος πάϊς οἴχεται αὔτως νῆα ἐρυσσάμενος, κρίνας τ ἀνὰ δῆμον ἀρίστους. ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι: ἀλλά οἱ αὐτῷ Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι. ἀλλ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκος ἑταίρους, ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης, ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기