호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"εὖθ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν, πλύνας, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ, καὶ τότε δή ῥ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων ἀγροῦ ἐπ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.? ἔνθ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο, ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ: τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθ ἡγεμόνευε. τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματ ἔχοντα, πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι σκηπτόμενον: τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο: οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα ἐξαπίνης προφανέντ, οὐδ οἳ προγενέστεροι ἦσαν, ἀλλ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν. αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ: ἀλλ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο, σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχε ἀείρας ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας, αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον, ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν. οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο νευρὴν ἐντανύσαι, πολλὸν δ ἐπιδευέες ἦμεν. ἀλλ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον, ἔνθ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι τόξον μὴ δόμεναι, μηδ εἰ μάλα πολλ ἀγορεύοι: Τηλέμαχος δέ μιν οἰο῀ς ἐποτρύνων ἐκέλευσεν. αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς, ῥηϊδίως δ ἐτάνυσσε βιόν, διὰ δ ἧκε σιδήρου, στῆ δ ἄρ ἐπ οὐδὸν ἰών, ταχέας δ ἐκχεύατ ὀϊστοὺς δεινὸν παπταίνων, βάλε δ Ἀντίνοον βασιλῆα. αὐτὰρ ἔπειτ ἄλλοις ἐφίει βέλεα στονόεντα, ἄντα τιτυσκόμενος: τοὶ δ ἀγχιστῖνοι ἔπιπτον. γνωτὸν δ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἠε῀ν: αὐτίκα γὰρ κατὰ δώματ ἐπισπόμενοι μένεϊ σφῷ κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτ ἀεικὴς κράτων τυπτομένων, δάπεδον δ ἅπαν αἵματι θῦεν. ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθ, ὧν ἔτι καὶ νῦν σώματ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος: οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθ ἑκάστου, οἵ κ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων κατθέμενοι γοάοιεν: ὃ γὰρ γέρας ἐστὶ θανόντων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기