호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἕτεραι οὖν ξυνεπήγνυντο. καὶ τῶν ψιλῶν τοὺσ κουφοτάτουσ ἐκπέμψασ ἐσ τὴν προσωτέρω τῆσ ὄχθησ χώραν ξυλλαμβάνει τινὰσ τῶν Ἰνδῶν, καὶ οὗτοι τὸ ἀπὸ τοῦδε ἐξηγοῦντο αὐτῷ τὸν πόρον. ὡσ δὲ ἧκον ἵναπερ ἀναχεῖται ἐσ εὖροσ ὁ ποταμόσ, ὡσ καὶ διακοσίουσ ταύτῃ σταδίουσ ἐπέχειν ᾗπερ εὐρύτατοσ αὐτὸσ αὑτοῦ ἦν, τό τε πνεῦμα κατῄει μέγα ἀπὸ τῆσ ἔξω θαλάσσησ καὶ αἱ κῶπαι ἐν κλύδωνι χαλεπῶσ ἀνεφέροντο, ξυμφεύγουσιν αὖ ἐσ διώρυχα, ἐσ ἥντινα οἱ ἡγεμόνεσ αὐτῷ καθηγήσαντο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기