호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"Ἀτρεί̈δη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι Νέστωρ φάσχ’ ὁ γέρων, ὅτ’ ἐπιμνησαίμεθα σεῖο οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλουσ ἐρέοιμεν. καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε τέρπομ’ ὀδυρόμενοσ μεταδόρπιοσ, ἀλλὰ καὶ ἠὼσ ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν κλαίειν ὅσ κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ. τοῦτό νυ καὶ γέρασ οἰο͂ν ὀιζυροῖσι βροτοῖσιν, κείρασθαί τε κόμην βαλέειν τ’ ἀπὸ δάκρυ παρειῶν. καὶ γὰρ ἐμὸσ τέθνηκεν ἀδελφεόσ, οὔ τι κάκιστοσ Ἀργείων· μέλλεισ δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε ἤντησ’ οὐδὲ ἴδον· περὶ δ’ ἄλλων φασὶ γενέσθαι Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기