호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἦμοσ δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλοσ Ηὤσ, καὶ τότ’ ἔπειτα νομόνδ’ ἐξέσσυτο ἄρσενα μῆλα, θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούσ· οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δ’ ὀδύνῃσι κακῇσι τειρόμενοσ πάντων ὀίων ἐπεμαίετο νῶτα ὀρθῶν ἑσταότων· τὸ δὲ νήπιοσ οὐκ ἐνόησεν, ὥσ οἱ ὑπ’ εἰροπόκων ὀίων στέρνοισι δέδεντο. ὕστατοσ ἀρνειὸσ μήλων ἔστειχε θύραζε λάχνῳ στεινόμενοσ καὶ ἐμοὶ πυκινὰ φρονέοντι. τὸν δ’ ἐπιμασσάμενοσ προσέφη κρατερὸσ Πολύφημοσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기