- 텍스트

Xenophon, Memorabilia, Ἀπομνημονευμάτων Γ?, chapter 2

(크세노폰, Memorabilia, Ἀπομνημονευμάτων Γ, chapter 2)

ἐντυχὼν δέ ποτε στρατηγεῖν ᾑρημένῳ τῳ, τοῦ ἕνεκεν, ἔφη, Ὅμηρον οἰεί τὸν Ἀγαμέμνονα προσαγορεῦσαι ποιμένα λαῶν· ἆρά γε ὅτι, ὥσπερ τὸν ποιμένα δεῖ ἐπιμελεῖσθαι, ὅπως σῶαί τε ἔσονται αἱ οἰε῀ς καὶ τὰ ἐπιτήδεια ἕξουσι καί, οὗ ἕνεκα τρέφονται, τοῦτο ἔσται, οὕτω καὶ τὸν στρατηγὸν ἐπιμελεῖσθαι δεῖ, ὅπως σῶοί τε οἱ στρατιῶται ἔσονται καὶ τὰ ἐπιτήδεια ἕξουσι καί, οὗ ἕνεκα στρατεύονται, τοῦτο ἔσται· στρατεύονται δέ, ἵνα κρατοῦντες τῶν πολεμίων εὐδαιμονέστεροι ὦσιν. ἢ τί δήποτε οὕτως ἐπῄνεσε τὸν Ἀγαμέμνονα εἰπών:

ἀμφότερον, βασιλεύς τ ἀγαθὸς κρατερός τ αἰχμητής· ἆρά γε ὅτι αἰχμητής τε κρατερὸς ἂν εἰή, οὐκ εἰ μόνος αὐτὸς εὖ ἀγωνίζοιτο πρὸς τοὺς πολεμίους, ἀλλ εἰ καὶ παντὶ τῷ στρατοπέδῳ τούτου αἴτιος εἰή, καὶ βασιλεὺς ἀγαθός, οὐκ εἰ μόνον τοῦ ἑαυτοῦ βίου καλῶς προεστήκοι, ἀλλ εἰ καί, ὧν βασιλεύοι, τούτοις εὐδαιμονίας αἴτιος εἰή· καὶ γὰρ βασιλεὺς αἱρεῖται οὐχ ἵνα ἑαυτοῦ καλῶς ἐπιμελῆται, ἀλλ ἵνα καὶ οἱ ἑλόμενοι δι αὐτὸν εὖ πράττωσι:

καὶ στρατεύονται δὲ πάντες, ἵνα ὁ βίος αὐτοῖς ὡς βέλτιστος ᾖ, καὶ στρατηγοὺς αἱροῦνται τούτου ἕνεκα, ἵνα πρὸς τοῦτο αὐτοῖς ἡγεμόνες ὦσι. δεῖ οὖν τὸν στρατηγοῦντα τοῦτο παρασκευάζειν τοῖς ἑλομένοις αὐτὸν στρατηγόν:

καὶ γὰρ οὔτε κάλλιον τούτου ἄλλο ῥᾴδιον εὑρεῖν οὔτε αἴσχιον τοῦ ἐναντίου. καὶ οὕτως ἐπισκοπῶν τίς εἰή ἀγαθοῦ ἡγεμόνος ἀρετὴ τὰ μὲν ἄλλα περιῄρει, κατέλιπε δὲ τὸ εὐδαίμονας ποιεῖν ὧν ἂν ἡγῆται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION