호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα μὲν οὖν ἔτι τῇ προνοίᾳ καὶ ἀρετῇ δίδωσί τινα πρὸς τὴν τύχην ἀμφισβήτησιν τὸ δ ἐπὶ τούτοις γενόμενον παντάπασιν ἐοίκε συμβῆναι κατ εὐτυχίαν.? οἱ γὰρ ἐν τοῖς Θουρίοις διατρίβοντες στρατιῶται τῶν Κορινθίων ἅμα μὲν δεδιότες τὰς Καρχηδονίων τριήρεις, αἳ παρεφύλαττον αὐτοὺς μετὰ Ἄννωνος, ἅμα δ ἐφ ἡμέρας πολλὰς ἐξηγριωμένης ὑπὸ πνεύματος τῆς θαλάττης, πεζῇ διὰ Βρεττίων ὡρ´μησαν πορεύεσθαι: καὶ τὰ μὲν πείθοντες, τὰ δὲ βιαζόμενοι τοὺς βαρβάρους εἰς Ῥήγιον κατέβαινον ἔτι πολὺν χειμῶνα τοῦ πελάγους ἔχοντος. ὁ δὲ τῶν Καρχηδονίων ναύαρχος, ὡς οὐ προσεδόκα τοὺς Κορινθίους καὶ μάτην ᾤετο καθῆσθαι, πείσας αὐτὸς ἑαυτὸν νενοηκέναι τι τῶν σοφῶν καὶ πανούργων πρὸς ἀπάτην, στεφανώσασθαι τοὺς ναύτας κελεύσας καὶ κοσμήσας τὰς τριήρεις ἀσπίσιν Ἑλληνικαῖς καὶ φοινικίσιν, ἔπλει πρὸς τὰς Συρακούσας.
καὶ παρὰ τὴν ἀκρόπολιν χρώμενος ῥοθίῳ μετὰ κρότου καὶ γέλωτος ἐβόα τοὺς Κορινθίους ἥκειν νενικηκὼς καὶ κεχειρωμένος, ἐν τῇ θαλάττῃ λαβὼν διαπλέοντας, ὡς δή τινα δυσθυμίαν τοῖς πολιορκουμένοις παρέξων. ἐκείνου δὲ ταῦτα ληροῦντος καὶ φενακίζοντος ἐκ τῶν Βρεττίων καταβεβηκότες οἱ Κορίνθιοι εἰς τὸ Ῥήγιον, ὡς οὐδεὶς παρεφύλαττε καὶ τὸ πνεῦμα κατεσβεσμένον παραλόγως ἀκύμονα τὸν πόρον ἰδεῖν καὶ λεῖον παρεῖχε, ταχὺ πληρώσαντες τὰ πορθμεῖα καὶ τὰς ἁλιάδας τὰς παρούσας ἀνήγοντο καὶ διεκομίζοντο πρὸς τὴν Σικελίαν, οὕτως ἀσφαλῶς καὶ διὰ τοσαύτης γαλήνης ὥστε τοὺς ἵππους παρὰ τὰ πλοῖα παρανηχομένους ἐκ ῥυτήρων ἐφέλκεσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기