호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῆς δὲ Διονυσίου δυστυχίας παραλόγου φανείσης οὐχ ἧττον ἡ Τιμολέοντος εὐτυχία τὸ θαυμαστὸν ἔσχεν.? ἐπιβὰς γὰρ Σικελίας ἐν ἡμέραις πεντήκοντα τήν τ ἀκρόπολιν τῶν Συρακουσῶν παρέλαβε καὶ Διονύσιον εἰς Πελοπόννησον ἐξέπεμψεν. ἱππεῖς, οἳ κομισθέντες ἄχρι Θουρίων τήν ἐκεῖθεν περαίωσιν ὑπὸ Καρχηδονίων πολλαῖς ναυσὶ κατεχομένης τῆς θαλάττης ἄπορον ὁρῶντες, ὡς ἦν ἀνάγκη καιρὸν περιμένοντας ἀτρεμεῖν αὐτόθι, πρὸς κάλλιστον ἔργον ἀπεχρήσαντο τῇ σχολῇ.
Θουρίων γὰρ ἐπὶ Βρεττίους στρατευόντων τήν πόλιν παραλαβόντες ὥσπερ πατρίδα καθαρῶς καὶ πιστῶς διεφύλαξαν. ὁ δ Ἱκέτης τήν μὲν ἀκρόπολιν τῶν Συρακουσῶν ἐπολιόρκει καὶ σῖτον ἐκώλυεν εἰσπλεῖν τοῖς Κορινθίοις, Τιμολέοντι δὲ δύο ξένους παρασκευάσας δολοφονήσοντας αὐτὸν ὑπέπεμψεν εἰς Ἀδρανόν, οὔτε ἄλλως περὶ τὸ σῶμα συντεταγμένην ἔχοντι φυλακήν, καὶ τότε παντάπασι διὰ τὸν θεὸν ἀνειμένως καὶ ἀνυπόπτως σχολάζοντι μετὰ τῶν Ἀδρανιτῶν.
οἱ δὲ πεμφθέντες κατὰ τύχην πυθόμενοι μέλλοντα θύειν αὐτόν, ἧκον εἰς τὸ ἱερόν ὑπὸ τοῖς ἱματίοις ἐγχειρίδια κομίζοντες, καὶ τοῖς περιεστῶσι τὸν βωμὸν ἀναμιχθέντες, ἐγγυτέρω κατὰ μικρὸν ἐπεχείρουν. καὶ ὅσον οὔπω παρακελευομένων ἀλλήλοις ἐνάρχεσθαι παίει τις αὐτῶν τὸν ἕτερον κατὰ τῆς κεφαλῆς ξίφει, καὶ πεσόντος οὔθ ὁ παίσας ἔμεινεν οὔδ ὁ μετὰ τοῦ πληγέντος ἥκων, ἀλλ ἐκεῖνος μὲν, ὥσπερ εἶχε τὸ ξίφος, φεύγων πρός τινα πέτραν ὑψηλὴν ἀνεπήδησεν, ἅτερος δὲ τοῦ βωμοῦ λαβόμενος ἄδειαν ᾐτεῖτο παρὰ τοῦ Τιμολέοντος ἐπὶ τῷ πάντα μηνῦσαι.
καὶ λαβὼν ἐμήνυσε καθ αὑτοῦ καὶ κατὰ τοῦ τεθνηκότος ὡς πεμφθεῖεν ἐκεῖνον ἀποκτενοῦντες. ἐν τούτῳ δὲ καὶ τὸν ἀπὸ τῆς πέτρας κατῆγον ἕτεροι, βοῶντα μηδὲν ἀδικεῖν, ἀλλ ἀνῃρηκέναι δικαίως τὸν ἄνθρωπον ὑπὲρ πατρὸς τεθνηκότος, ὃν ἐκεῖνος ἀπεκτονήκοι πρότερον ἐν Λεοντίνοις.
καὶ μαρτυροῦντας εἶχεν ἐνίους τῶν παρόντων, θαυμάζοντας ἅμα τῆς τύχης τήν εὐμηχανίαν, ὡς δι ἑτέρων ἕτερα κινοῦσα καὶ συνάγουσα πάντα πόρρωθεν καὶ συγκαταπλέκουσα τοῖς πλεῖστον διαφέρειν δοκοῦσι καὶ μηδὲν ἔχειν πρὸς ἄλληλα κοινόν ἀεὶ τοῖς ἀλλήλων χρῆται καὶ τέλεσι καὶ ἀρχαῖς. τὸν μὲν οὖν ἄνθρωπον ἐστεφάνωσαν οἱ Κορίνθιοι δέκα μναῖς, ὅτι τῷ φυλάττοντι δαίμονι τὸν Τιμολέοντα πάθος ἔχρησε δίκαιον καὶ τὸν ἐκ πολλοῦ παρόντα θυμὸν αὐτῷ πρότερον οὐ κατανάλωσεν, ἀλλὰ μετ αἰτίας ἰδίας πρὸς τήν ἐκείνου σωτηρίαν ἀπὸ τύχης διετήρησεν.
ἡ δ εἰς τὸν παρόντα καιρὸν εὐτυχία καὶ πρὸς τὰ μέλλοντα ταῖς ἐλπίσιν ἐπῆρεν ὁρῶντας ὡς ἱερὸν ἄνδρα καὶ σὺν θεῷ τιμωρὸν ἥκοντα τῇ Σικελίᾳ, τὸν Τιμολέοντα σέβεσθαι καὶ φυλάττειν.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기