- 텍스트

Plutarch, Fabius Maximus, chapter 23

(플루타르코스, Fabius Maximus, chapter 23)

"ἦν ἄρα καί Ῥωμαίοις Ἀννίβας τις ἕτερος:? ἰδίᾳ δὲ τότε πρῶτον αὐτῷ παραστῆναι πρὸς τοὺς φίλους εἰπεῖν, ὡς πάλαι μὲν ἑώρα χαλεπὸν αὐτοῖς, νῦν δ ἀδύνατον κρατεῖν ἀπὸ τῶν ὑπαρχόντων Ἰταλίας. τοῦτον δεύτερον θρίαμβον ἐθριάμβευσε λαμπρότερον τοῦ προτέρου Φάβιος, ὥσπερ ἀθλητὴς ἀγαθὸς ἐπαγωνιζόμενος τῷ Ἀννίβᾳ καί ῥᾳδίως ἀπολυόμενος αὐτοῦ τὰς πράξεις, ὥσπερ ἅμματα καί λαβὰς οὐκέτι τὸν αὐτὸν ἐχούσας τόνον.

ἡ μὲν γὰρ ἀνεῖτο τῆς δυνάμεως αὐτῷ διὰ τρυφὴν καί πλοῦτον, ἡ δ ὥσπερ ἐξήμβλυντο καί κατατέτριπτο τοῖς ἀλωφήτοις ἀγῶσιν. ἦν δὲ Μᾶρκος Λίβιος, οὗ τὸν Τάραντα φρουροῦντος ὁ Ἀννίβας ἀπέστησεν ὅμως δὲ τὴν ἄκραν κατέχων οὐκ ἐξεκρούσθη, καί διεφύλαξεν ἄχρι τοῦ πάλιν ὑπὸ Ῥωμαίοις γενέσθαι τοὺς Ταραντίνους.

τοῦτον ἠνία Φάβιος τιμώμενος, καί ποτε πρὸς τὴν σύγκλητον ὑπὸ φθόνου καί φιλοτιμίας ἐξενεχθεὶς εἶπεν ὡς οὐ Φάβιος, ἀλλ αὐτὸς αἴτιος γένοιτο τοῦ τὴν Ταραντίνων ἁλῶναι. "εἰ μὴ γὰρ σὺ τὴν πόλιν ἀπέβαλες, οὐκ ἂν ἐγὼ παρέλαβον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION